Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.633
Not analysed yet
καὶ τοῖς πατράσιν ὑμῶν, ἀπὸ προσώπου μου. Καὶ δώσω ἐφ' ὑμᾶς ὀνειδισμὸν αἰώνιον, καὶ ἀτιμίαν αἰωνίαν, ἥτις οὐκ ἐπιλησθήσεται. Τοῦτο δὲ προσέταξεν ὁ Δεσπότης Θεὸς, καὶ τῆς δεισιδαιμονίας ἐκκόπτων τὰ ἔθη, καὶ διδάσκων, ὡς οὐ μεμήνασιν οἱ προφῆται, ἀλλὰ τῶν θείων λογίων εἰσὶν ὑπουργοί· ἀπειλήσας δέ γε τὴν αἰχμαλωσίαν, ὑπισχνεῖται καὶ τὴν ἐπάνοδον, καὶ οὕτως αὐτὴν ἐπίσημον λέγει γενήσεσθαι, ὡς λήθῃ παραδοθῆναι τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου γεγενημένην, διὰ τὴν ταύτης λαμπρότητα. Ἡμεῖς δὲ, παρακαλῶ, καὶ τοῖς προφητικοῖς, καὶ τοῖς ἀποστολικοῖς ἀκολουθήσωμεν λόγοις, καὶ τὸν δι' ἐκείνων καὶ τούτων φθεγξάμενον προσκυνήσωμεν, καὶ τοὺς ζωοποιοὺς αὐτοῦ φυλάξωμεν νόμους· ἵνα τῶν ἐπηγγελμένων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ϛʹ. ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ. Πάλιν διὰ παραβολῶν καὶ συμβόλων ποιεῖται τὴν προφητείαν· καὶ ὁρᾷ κατά τινα ἀποκάλυψιν δύο καλάθους σύκων κειμένους πρὸ τοῦ θείου νεώ. Λέγει δὲ καὶ τὸν τῆς προφητείας χρόνον· μετὰ γὰρ δὴ τὴν Ἰεχονίου μετανάστασιν, καὶ τὴν Σεδεκίου βασιλείαν, ταῦτα λέγει ἑωρακέναι. Καὶ τὸν μὲν ἕνα κάλαθον σύκων ἀρίστων τε καὶ πρωΐμων· τὸν δὲ ἕτερον λίαν αἰσχρῶν, καὶ παντελῶς ἀχρήστων εἰς ἐδωδήν. Εἶτα θείαν δεξάμενος περὶ τούτων ἐρώτησιν, εἶπε τὴν τῶν ὑποδειχθέντων διαφοράν· καὶ διδάσκεται λοιπὸν τὰ διὰ τούτων σημαινόμενα. Ἀπείκασε γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς μὲν πρωΐμοις σύκοις τοὺς ἤδη γεγενημένους δορυαλώτους, καὶ ὑπισχνεῖται αὐτοῖς τὴν ἐκεῖθεν ἐπάνοδον, καὶ τὴν αὑτοῦ κηδεμονίαν, καὶ σὺν εὐσεβείᾳ τὴν εὐπραξίαν. Τοῖς δὲ δυσειδέσι σύκοις ἀφομοιοῖ οὐ μόνον τοὺς ὑπολειφθέντας ἐν τῇ Ἰουδαίᾳ, ἀλλὰ καὶ τοὺς εἰς Αἴγυπτον πεφευγότας, καὶ σὺν αὐτοῖς τὸν βασιλέα Σεδεκίαν, καὶ τοὺς ἄρχοντας, καὶ ἀπειλεῖ αὐτοῖς τῶν Βαβυλωνίων τὴν στρατιὰν, καὶ τὰ ἐκ τοῦ πολέμου φυόμενα σκυθρωπὰ, λιμὸν, καὶ λοιμὸν, καὶ σφαγὴν, καὶ αἰχμαλωσίαν· οὕτω ταῦτα προθεσπίσας, τὴν πρὸ τούτων τίθησι προφητείαν· ταῦτα μὲν γὰρ μετὰ τὸν Ἰεχονίαν ἐῤῥέθη·