Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.636
Not analysed yet
ἃ δὲ μέλλει λέγειν, ἐπὶ Ἰωακεὶμ τοῦ βασιλέως, ὃς τοῦ Ἰεχονίου πατὴρ ἐτύγχανεν ὤν. Λέγει δὲ καὶ τὸν χρόνον σαφῶς. ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. αʹ. Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν, ἐπὶ πάντα τὸν λαὸν τοῦ Ἰούδα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ Ἰωακεὶμ, υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα· αὐτὸς ἐνιαυτὸς πρῶτος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος. Ἐν τούτῳ τῷ ἔτει ἐπιστρατεύσας ὁ Ναβουχοδονόσορ κατὰ τῆς Ἱερουσαλὴμ, τοὺς μὲν ἐξηνδραπόδισε, τοῖς δὲ φόρον ἐπιθεὶς ἀνέστρεψε. Λέγει τοίνυν καὶ τίνα τὰ εἰρημένα. γʹ. Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία, υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα (καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη), ἐγενήθη λόγος Κυρίου πρός με, καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων, καὶ οὐκ ἠκούσατε. Τοῦ πλήθους τῶν ἐτῶν ἐμνημόνευσε, τὴν τοῦ Θεοῦ μακροθυμίαν δεικνὺς, ὅτι ἀπειθούντων ἐπὶ τοσοῦτον ἠνέσχετο. Ἀπέστειλα γὰρ, φησὶ, πρὸς ὑμᾶς τοὺς δούλους μου, τοὺς προφήτας· παρεγγυῶ ὑμῖν, τὴν ὀλεθρίαν καταλιπόντας ὁδὸν, ἐπὶ τὴν ἑτέραν ἐλθεῖν τὴν πρόξενον τῆς ζωῆς· καὶ ὑπισχνούμην ὑμῖν ἀγαθὰ τοῦτο δρῶσι, καὶ οὐκ ἠκούσατε· ἀλλὰ τὴν τῶν εἰδώλων θεραπείαν προείλεσθε. Καὶ διελέγχων τὸν τῆς ἀπειθείας σκοπὸν ἐπήγαγεν· «Ὅπως παροργίσητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν εἰς κακὸν ὑμῖν.» Παροξύναντες γάρ με ἐτολμᾶτε ἐκεῖνα· ἀλλὰ γὰρ καὶ τὴν βλάβην ὑμεῖς πάλαι ἐκαρποῦσθε. Οὗ χάριν, φησὶ, σὺν τῷ Ναβουχοδονόσορ τοὺς ὑπ' αὐτοῦ τελοῦντας βασιλέας ἀθροίσω, καὶ καθ' ὑμῶν, καὶ κατὰ τῶν πλησιοχώρων ὑμῶν, παρ' ὧν τὴν τῶν εἰδώλων ἐδιδάχθητε λατρείαν, καὶ ἐρημίᾳ παντελεῖ καὶ τὴν ὑμετέραν [γῆν] παραδώσω καὶ τὴν ἐκείνων, καὶ τῆς πάσης αὐτοὺς εὐφροσύνης γυμνώσω· ταύτης γὰρ ἴδια «φωνὴ νυμφίου, καὶ φωνὴ νύμφης· φωνὴ μύλου, καὶ φῶς λύχνου.» Ἑβδομηκοντούτῃ δὲ χρόνῳ περιορίζει τὴν ἐρημίαν. Μετὰ γὰρ δὴ τὰ ἑβδομήκοντα ἔτη, αὐτόν τε τῆς Βαβυλῶνος τὸν βασιλέα, καὶ τοὺς ὑπηκόους ἐκείνου, δίκας τῆς ἀσεβείας καὶ παρανομίας ἀπαιτήσειν ἔφη, καὶ ἐμπεδώσειν ἅπασαν τοῦ Ἱερεμίου τὴν πρόῤῥησιν. Αὐτίκα τοί-