Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.637
Not analysed yet
νυν κελεύεται λαβεῖν τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρὸς Κυρίου, καὶ ποτίσαι σύμπαντα τὰ ἔθνη, «Πὸς ἃ ἐγώ σε, φησὶ, ἐξαποστελῶ πρὸς αὐτά.» ιϛ. Καὶ πίονται, καὶ ἐξεμοῦνται, καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀνὰ μέσον αὐτῶν. Ποτήριον δὲ οἴνου ἀκράτου τὴν δικαίαν τιμωρίαν καλεῖ· οὕτω καὶ ὁ θεῖος ἔφη Δαβὶδ, ὅτι «Ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος.» Διὰ δὲ τοῦ, Πίονται καὶ ἐξεμοῦνται, τὸν κόρον δηλοῖ· διὰ δὲ ἐκμανήσονται, τὸ χαλεπὸν τῆς τιμωρίας αἰνίττεται. Εἶτα διηγεῖται ὁ προφήτης, ὡς ἐπότισε τὴν Ἱερουσαλὴμ, καὶ τὰς ὑπ' αὐτὴν πόλεις τελούσας, σὺν τοῖς βασιλεῦσι καὶ ἄρχουσι· καὶ διδάσκει τὰ διὰ τοῦ ποτηρίου δηλούμενα. «Τοῦ θεῖναι αὐτὰς εἰς ἔρημον, καὶ ἄβατον, καὶ εἰς συριγμὸν, καὶ εἰς κατάραν, κατὰ τὴν ἡμέραν ταύτην.» Τουτέστιν, ἐν τῷ καιρῷ τούτῳ. Καὶ ἄβατον μὲν καλῶν, τὴν ἐρημίαν δηλοῖ· διὰ δὲ τοῦ συριγμοῦ σημαίνει τὴν ἔκπληξιν τῶν θεωμένων. Τὰς γὰρ ἐπὶ τὸ χεῖρον ὁρῶντες μεταβολὰς, συρίττειν εἰώθαμεν· τούτοις ἀκόλουθος κατάρα· εἰώθασι γάρ τινες λέγειν, «Τάδε πάθοις, ἅπερ ὁ δεῖνα πέπονθε.» Προστίθησι δὲ, ὅτι καὶ τὸν Φαραὼ τὸν βασιλέα τῶν Αἰγυπτίων καὶ τοὺς ἐπάρχους αὐτοῦ, καὶ πάντας τοὺς ὑπηκόους πεπότικε· πρὸς δὲ τοῖς ἐγχωρίοις, καὶ τοὺς μετοίκους· συμμίκτους γὰρ ἐκείνους καλεῖ. Αἰνίττεται δὲ διὰ τούτων, ὅτι καὶ οἱ πεφευγότες Ἰουδαῖοι τοῖς αὐτοῖς περιπεσοῦνται κακοῖς. Λέγει δὲ πεποτικέναι καὶ τῶν Χαλδαίων τοὺς βασιλέας, καὶ πᾶσαν τὴν Ἀραβίαν, καὶ πάντας τοὺς βασιλεῖς τῆς γῆς Οὔζ· τὴν δὲ Ἰδουμαίαν οὕτω κέκληκε· καὶ τοῦτο ὁ αὐτὸς προφήτης διδάσκει σαφέστερον ἐν τοῖς ἑξῆς. Λέγει γάρ· Πεπότικε «καὶ τῶν ἀλλοφύλων τοὺς βασιλεῖς, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας, καὶ Τυρίους, καὶ Σιδωνίους, καὶ τὴν Δαιδὰν, καὶ τὴν Θαιμάν·» πόλεις δὲ καὶ αὗται τῆς Ἀραβίας, ὡς καὶ ἐν ταῖς τῶν ἄλλων προφητῶν ἑρμηνείαις ἐδείξαμεν. «Καὶ τὸν Βοὺζ,» Περσικὸν τὸ ἔθνος, «καὶ πάντα περικειρόμενον τὸ κατὰ πρόσωπον αὑτοῦ.» Τοὺς Σαρακηνοὺς λέγει. κδʹ, κεʹ. Καὶ πάντας τοὺς βασιλεῖς Ἀραβίας, καὶ πάντας τοὺς βασιλεῖς τοὺς συμμίκτους, τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ. Καὶ πάντας τοὺς βασιλεῖς Ζαμβρή. Παρὰ τῷ Ἑβραίῳ καὶ τῷ Σύρῳ Ζεμβρὰν εὑρήκαμεν· τῆς δὲ Χετούρας οὗτος υἱός· καὶ οὗτοι μέντοι τὴν ἔρημον ᾤκησαν. «Καὶ πάντας τοὺς βασιλεῖς Ἐλάμ.» Καὶ τοῦτο Περσικὸν ἔθνος. «Καὶ πάντας τοὺς βασιλεῖς Μήδων καὶ Περσῶν.» κϛʹ. Καὶ πάντας τοὺς βασιλεῖς ἀφηλιώτου