Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.640
Not analysed yet
τοὺς ἐγγὺς καὶ τοὺς πόῤῥω· καὶ ἕκαστον πρὸς τὸν ἀδελφὸν αὑτοῦ. Τουτέστιν, ὥστε δι' ἀλλήλων δίκας δοῦναι τῆς ἀσεβείας. «Καὶ πάσας τὰς βασιλείας τῆς γῆς, τὰς ἐπὶ προσώπου τῆς γῆς· καὶ βασιλεὺς Σησὰχ πίεται ἔσχατος αὐτῶν.» Τὸν Βαβυλώνιον οὕτως ἡγοῦμαι κληθῆναι· διὰ τούτου γὰρ καὶ οἱ προῤῥηθέντες ἔπιον· καὶ μετ' ὀλίγον τοῦτον πίεσθαι ἔσχατόν φησι. Μετὰ γὰρ δὴ τὴν διὰ τούτου τοῖς ἄλλοις προσενεχθεῖσαν τιμωρίαν αὐτὸς ἔδωκε δίκας. Εἶτα τοῖς πιεῖν μὴ βουλομένοις ἀπειλεῖ, ὅτι καὶ ἄκοντες πίονται. κθʹ. Ἄρξομαι γὰρ, φησὶν, ἀπὸ τῆς πόλεως ἐφ' ἧς ὠνομάσθη τὸ ὄνομά μου ἐπ' αὐτὴν, ἀπ' αὐτῆς ἄρχομαι τοῦ κακῶσαι· καὶ ὑμεῖς καθαρισμῷ καθαρισθήσεσθε, καὶ οὐ μὴ καθαρισθῆτε. Τὴν ἀφωρισμένην, φησὶ, παραδίδωμι πόλιν· καὶ ὑμεῖς διαφεύξεσθε τὴν τιμωρίαν; οὐχ οἷόν τε τοῦτο γενέσθαι. λʹ. Καὶ σὺ προφητεύσεις ἐπ' αὐτοὺς πάντας τοὺς λόγους τούτους, καὶ ἐρεῖς πρὸς αὐτοὺς, Κύριος ἀφ' ὑψηλοῦ χρηματιεῖ, καὶ ἀπὸ τοῦ ἁγίου, αὑτοῦ δώσει φωνὴν αὑτοῦ. Ἀμφότερα δεδήλωκεν, ὅτι οὐρανόθεν ἐκφέρει τὴν ψῆφον, καὶ ὅτι ἐν τῷ ἀφιερωμένῳ ναῷ ποιεῖται τὴν ἐπιφάνειαν. «Λόγον χρηματιεῖ ἐκ τοῦ τόπου αὑτοῦ, καὶ οἶδεν ὥσπερ οἱ ληνοβατοῦντες ἀποκριθήσονται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς.» Τὴν ἀπόκρισιν τὸ ἔργον λέγει· ἕπεται γὰρ τῷ θείῳ λόγῳ καὶ τὸ ἔργον. λαʹ. Ἥκει ὄλεθρος ἐπὶ μέρος τῆς γῆς· ὅτι κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι· κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα· οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει Κύριος. Πάλιν τὴν ἄῤῥητον αὑτοῦ δείκνυσιν ἀγαθότητα. Οὐ γὰρ εἶπε, Κρινεῖ πᾶσαν σάρκα, ἀλλὰ, «Κρίνεται πρὸς πᾶσαν σάρκα·» δείκνυσι γὰρ τὰς οἰκείας εὐεργεσίας, καὶ τὴν τῶν λαμβανόντων ἀχαριστίαν ἐλέγχει. Λέγει δὲ διὰ τῶν ἑξῆς, καὶ τὰ ἐκ τῶν πολέμων φυόμενα κακὰ, καὶ ὅτι ἄταφοι οἱ ἀνῃρημένοι κείσονται, καὶ ἀντὶ κόπρου ἐν τῇ γῇ ἔσονται. λδʹ, λεʹ. Ἀλαλάξατε, οἱ ποιμένες, καὶ κεκράξατε, καὶ κόψασθε, οἱ κριοὶ τῶν προβάτων, ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγὴν, καὶ οἱ σκορπισμοὶ ὑμῶν, καὶ πεσεῖσθε ὡς κριοὶ ἐκλεκτοί. Καὶ ἀπολεῖται φυγὴ ἀπὸ τῶν ποιμένων, καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων. Ποιμένας τοὺς βασιλέας ἐκάλεσε, πρόβατα δὲ τοὺς ὑπηκόους, κριοὺς δὲ προβάτων τοὺς ἄρχοντας· πᾶσι δὲ φυγὴν καὶ μετανάστασιν ἀπειλεῖ. Προλέγει δὲ τοὺς θρήνους, καὶ τῶν βασιλέων, καὶ τῶν ἀρχόντων.