Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.641
Not analysed yet
λζʹ. Ὅτι ἐπαύσατο, φησὶ, τὰ καλὰ τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ Κυρίου. «Τὰ δὲ καλὰ τῆς εἰρήνης,» γεωργίαι, φυτουργίαι, ἐμπορίαι, τεχνῶν ἐργασίαι, συμβολαίων ἀντιδόσεις, γάμοι, σύλλογοι, ἑορταὶ, θυμηδίαι, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. ΚΕΦΑΛΑΙΟΝ Κϛʹ. Μετὰ ταύτην πάλιν ἑτέραν τίθησι προφητείαν, ἣν ἐπὶ τοῦ βασιλέως Ἰωακεὶμ προσενεγκεῖν τῷ λαῷ προσετάχθη. Προσετάχθη δὲ ἐν τῇ αὐλῇ τῇ θείᾳ στῆναι, καὶ τῷ λαῷ χρησμῳδῆσαι, καὶ πάντας τοὺς θείους διαπορθμεῦσαι λόγους. «Μὴ ἀφέλῃς γὰρ, φησὶ, ῥῆμα.» Εἶτα τὴν αἰτίαν τοῦ ἐσομένου διδάσκει. γʹ. Ἴσως ἀκούσονται, καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν, ὧν λογίζομαι ἐγὼ τοῦ ποιῆσαι αὐτοῖς, ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. Τὸ ἴσως οὐχ ὡς ἀγνοῶν εἴρηκεν· ᾔδει γὰρ αὐτῶν τὸ ἀπειθές· ἀλλὰ τέθεικε τὴν ἀμφιβολίαν, ἵνα μὴ τῇ ἀποφάσει τῇ θείᾳ προσέχοντες, ἀπαγορεύσωσι τὴν σωτηρίαν· τούτῳ ἔοικε καὶ τὸ διὰ τοῦ Ἐζεκιὴλ εἰρημένον· «Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἴδωσιν.» Οὐ γὰρ ἐκεῖνο ἀγνοίας· ἀλλ' ἵνα μὴ λέγωσι, Προείρηκεν ἡμῶν τὴν ἀπείθειαν, ἀψευδὴς δέ ἐστι, πῶς οἷόν τε τοίνυν ἡμᾶς μεταβληθῆναι; διδάσκει δὲ διὰ τῶν εἰρημένων, ὅτι δυνατὸν, ἂν θελήσωσι, δέξασθαι τοῦ τρόπου μεταβολήν. Τούτου χάριν καὶ τὴν ἀπειλὴν προστίθησιν· «Ὅτι ἐὰν μὴ ἀκούσητε τῶν λόγων μου, οὓς διὰ τῶν προφητῶν ὑμῖν προσφέρω.» ϛʹ. Δώσω τὸν οἶκον τοῦτον, ὥσπερ τὴν Σηλώ· καὶ τὴν πόλιν δώσω ταύτην εἰς κατάραν πᾶσι τοῖς ἔθνεσι τῆς γῆς. Τούτων ἀκούσαντες οἱ ἱερεῖς, καὶ οἱ ψευδοπροφῆται, καὶ πᾶς ὁ λαὸς, θάνατον ἀπειλοῦσι τῷ προφήτῃ· πυθόμενοι δὲ οἱ ἄρχοντες, ἔδραμον ἐκ τῶν βασιλείων εἰς τὸν θεῖον νεών· τῶν δέ γε ἱερέων σὺν τοῖς ψευδοπροφήταις βλασφημίας τὸν προφήτην γραψαμένων, ὡς κατὰ τῆς πόλεως καὶ τοῦ θείου νεὼ τὴν πρόῤῥησιν ποιησάμενον, εἶπεν ὁ προφήτης, παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀπεστάλθαι, καὶ θείους εἶναι χρησμοὺς τοὺς παρ' αὐτοῦ προφερομένους λόγους· προσφέρει δὲ αὐτοῖς καὶ παραίνεσιν· ιγʹ. Βελτίους γὰρ, φησὶ, ποιήσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἔργα ὑμῶν. Ἀκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐφ' ὑμᾶς. Εἰ δὲ ἀπειθεῖτε, καὶ τῇ συνήθει χρῆσθε γνώμῃ·