Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.644
Not analysed yet
ιδʹ. Ἰδοὺ ἐγώ εἰμι ἐν χερσὶν ὑμῶν· ποιήσατέ μοι, ὡς συμφέρει, καὶ ὃ βέλτιον ὑμῖν φαίνεται. Εἶτα τῆς μιαιφονίας ὑποδείκνυσι τὸν καρπόν. ιεʹ. Ἀλλ' ἢ γνόντες γνώσεσθε, εἰ ἀναιρεῖτέ με, ὅτι αἷμα ἀθῶον ὑμεῖς δίδοτε ἐφ' ὑμᾶς, καὶ ἐπὶ τὴν πόλιν ταύτην. Προσταχθεὶς γὰρ, φησὶ, ὑπὸ τοῦ Θεοῦ τοὺς λόγους τούτους ἐποιησάμην. Τούτων ἀκούοντες καὶ οἱ ἄρχοντες, καὶ ὁ λαὸς, τῶν ἱερέων καὶ τῶν ψευδοπροφητῶν τὴν ἄδικον ἐλέγχουσι ψῆφον, ἀθῶον εἶναι φήσαντες τὸν προφήτην, ὡς τοῖς θείοις λόγοις διακονήσαντα. Εἶτά τινες τῶν γεραιοτέρων παλαιᾶς αὐτοὺς ἀναμιμνήσκουσι προφητείας, καί φασι Μιχαίαν τὸν Μωραθίτην προφητεῦσαί ποτε, ὅτι Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου ἔσται ὡς ἄλσος δρυμοῦ· καὶ ταῦτα εἰρηκότα μηδὲν πεπονθέναι δεινόν. Τοὐναντίον γὰρ, τὴν ἀπειλὴν δείσαντες τηνικαῦτα τῇ μεταβολῇ τοῦ βίου διέφυγον τὴν ὀργήν· ὑμεῖς δὲ, φησὶ, παγχάλεπα τετολμήκατε. Καὶ γὰρ Οὐρίαν ποτὲ τὸν Σαμαίου, τοιαῦτά ποτε χρησμοδοτήσαντα, εἶτα δείσαντα τὸν βασιλέα Ἰωακεὶμ, καὶ εἰς τὴν Αἴγυπτον ἀποδράντα, περιείδομεν ἀναιρούμενον ὑπὸ τοῦ βασιλέως Ἰωακείμ· ἐκεῖθεν γὰρ ἀγαγὼν αὐτὸν κατηκόντισε· δῆλον ποιεῖ καὶ τὸν τοῖς εὐσεβέσι λόγοις κεχρημένον, καί φησι· κδʹ. Πλὴν χεὶρ Ἀχικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ Ἱερεμίου τοῦ μὴ παραδοθῆναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ μὴ ἀνελεῖν αὐτόν. ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Οὕτω τοῦτο τὸ διήγημα συμπληρώσας, ἐφ' ἕτερον μεταβαίνει τούτου πρεσβύτερον. αʹ. Ἐν ἀρχῇ βασιλείας Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, ἐγένετο ὁ λόγος οὗτος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, λέγων. Εἶτα λέγει ὡς προσετάχθη κλοιοὺς τῷ τραχήλῳ περιθεῖναι, καὶ τούτους ἀποστεῖλαι τοῖς ἐκ γειτόνων βασιλεῦσιν, ὧν καὶ τὰ ὀνόματα τίθησιν. Ἐκελεύσθη δὲ καὶ τούτους τοὺς λόγους ἐκπέμψαι διὰ τῶν πρεσβειῶν. εʹ. Ἐγὼ ἐποίησα καὶ τὴν γῆν, καὶ τοὺς ἀνθρώπους, καὶ τὰ κτήνη, ὅσα ἐπὶ προσώπου τῆς γῆς, ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ, καὶ τῷ βραχίονί μου τῷ ὑψηλῷ. Καὶ δώσω αὐτὴν, ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου. Τὸ, «ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ, καὶ τῷ βραχίονί μου τῷ ὑψηλῷ,» διὰ τὸ μέγεθος τῶν στοιχείων καὶ τὴν τῶν ἀκουόντων ἀσθένειαν τέθεικεν· αὐτὸ γὰρ ἀρκεῖ τὸ βουληθῆναι καὶ παραγαγεῖν ὅσα βούλεται.