Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.645
Not analysed yet
ϛʹ. Καὶ νῦν ἐγώ εἰμι· δέδωκα τὴν γῆν ταύτην ἐν χειρὶ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος τοῦ δούλου μου, καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάσασθαι δέδωκα αὐτῷ, καὶ δουλεύειν αὐτῷ. Θηρία τοῦ ἀγροῦ, τὰ βάρβαρα ἔθνη λέγει. Ποιητής εἰμι, φησὶ, καὶ Δεσπότης, ὡς βούλομαι κυβερνῶ. ζʹ. Καὶ δουλεύσουσιν αὐτῷ πάντα τὰ ἔθνη, καὶ τῷ υἱῷ αὐτοῦ, καὶ τῷ υἱῷ τοῦ υἱοῦ αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ καιρὸς τῆς γῆς αὐτοῦ. Σαφῶς ἐδίδαξεν, ὅτι καθάπερ δημίοις χρησάμενος τοῖς Βαβυλωνίοις, καὶ δίκας δι' αὐτῶν τὰ ἄλλα ἔθνη εἰσπραξάμενος, ὕστερον καὶ αὐτοὺς πανωλεθρίᾳ παραδώσει· ἀπειλεῖ δὲ καὶ τοῖς ἀντιλέγουσι, καὶ τὸν δὲ τὸν ζυγὸν ἀπωθουμένοις, λιμὸν καὶ σφαγὴν, καὶ ἀνδραποδισμόν. Παρεγγυᾷ δὲ αὐτοῖς, μὴ πιστεῦσαι χρησμῳδοῖς, καὶ μάντεσι, καὶ οἰωνοσκόποις, καὶ ὀνειροπόλοις, ἀλλ' εἶξαι, καὶ δέξασθαι τὸν τοῦ Βαβυλωνίου ζυγόν· καὶ ὑπισχνεῖται εἰρήνην τοῖς πειθομένοις. Ταῦτα δὲ ἔφη καὶ Σεδεκίᾳ τῷ βασιλεῖ, καὶ παρεγγυᾷ μὴ πιστεῦσαι τοῖς ψευδοπροφήταις, εἰρήνην ὑπισχνουμένοις, καὶ τῶν ἀποκομισθέντων εἰς Βαβυλῶνα θείων σκευῶν τὴν ἀποκατάστασιν. Ψευδῆ γὰρ οὗτοι λέγουσι. ιηʹ. Εἰ δὲ προφῆταί εἰσι, καὶ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσαν τῷ Κυρίῳ τῶν δυνάμεων, πρὸς τὸ μὴ πορευθῆναι τὰ σκεύη τὰ ἀπολειφθέντα ἐν οἴκῳ Κυρίου, καὶ ἐν οἴκῳ βασιλέως Ἰούδα, καὶ Ἱερουσαλὴμ, εἰς Βαβυλῶνα. Τὸ, «Ἀπαντησάτωσαν τῷ Κυρίῳ,» ἀντὶ τοῦ «κωλυσάτωσαν,» καὶ νικησάτωσαν τὰς θείας προῤῥήσεις, καὶ δειξάτωσαν ἀργὰς τὰς θείας προῤῥήσεις. Ὄψεσθε γὰρ πάντα τὰ ὑπολειφθέντα ἱερὰ σκεύη εἰς τὴν Βαβυλῶνα μετακομιζόμενα, καὶ μετὰ τὸν ἑβδομηκοντούτην χρόνον ἐκεῖθεν πεμπόμενα, ἀφιερωμένῳ μοι ἀποδιδόμενα οἴκῳ· τῶν δὲ Μεχωνὼθ καὶ ἡ τρίτη τῶν Βασιλειῶν μέμνηται· χρείαν δὲ κρατήρων ἐπλήρουν· ἐπεποίηντο δὲ ἐκ χαλκοῦ. ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ. Μετὰ ταῦτα διηγεῖται, ὡς Σεδεκίου βασιλεύοντος, ἐν τῷ τετάρτῳ ἔτει, Ἀνανίας ὁ ψευδοπροφήτης, καὶ τοῦ λαοῦ, καὶ τῶν ἱερέων παρόντων, εἰπεῖν ἐτόλμησε· βʹ, γʹ, δʹ. Τάδε λέγει Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ· Συνέτριψα τὸν ζυγὸν βασιλέως Βαβυλῶνος. Καὶ ὅτι ἐντὸς δύο ἐτῶν, καὶ τὰ ἱερὰ σκεύη τὰ ἀποκομισθέντα ἀποκαταστήσω. Καὶ τὸν Ἰεχονίαν ἐπανάξω σὺν πᾶσι τοῖς αἰχμα-