Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.648
Not analysed yet
λώτοις. Αὐτὸς δὲ ὁ προφήτης Ἱερεμίας δεῖξαι βουλόμενος, ὡς εὔχεται ταῦτα γενέσθαι. ϛʹ. Στήσαι Κύριος, ἔφη πάντων ἀκουόντων, τὸν λόγον σου, ὃν σὺ προφητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου Κυρίου, καὶ πᾶσαν τὴν μετοικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον αὑτῶν. Οὐ μὴν εἴασε βεβαιωθῆναι τῇ συγκαταθέσει τὴν προφητείαν. Ἔφη γάρ· ζʹ—θʹ. Πλὴν ἄκουσον τὸν λόγον τοῦτον, ὃν ἐγὼ λαλῶ εἰς τὰ ὦτά σου, καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ. Οἱ προφῆται οἱ πρότεροί μου, καὶ οἱ πρότεροι ὑμῶν ἀπὸ αἰῶνος, καὶ προεφήτευσαν ἐπὶ γαίας πολλὰς, καὶ ἐπὶ βασιλείας μεγάλας, εἰς πόλεμον, καὶ εἰς κακὰ, καὶ εἰς θάνατον. Ὁ προφητεύσας εἰς εἰρήνην, ἐλθόντος τοῦ λόγου τοῦ προφήτου, γνωσθήσεται ὁ προφήτης, ὃν ἀπέστειλεν αὐτὸν Κύριος ἐν πίστει. Τὸ τέλος, φησὶ, τῶν πραγμάτων, δείξει τῆς προφητείας τὸ ἀληθές. Ὀψόμεθα τοίνυν, εἴγε κατὰ τὴν ἐμὴν προφητείαν Βαβυλωνίοις παραδοθησόμεθα. Ἀλλὰ τούτων οὐδὲν ἀπώνατο ὁ ψευδοπροφήτης ἐκεῖνος· ἀλλ' οὓς ἔφερεν ὁ προφήτης κλοιοὺς συνέτριψε, τοῦτον τὸν τρόπον συντριβήσεσθαι λέγων τὸν τοῦ Ναβουχοδονόσορ ζυγὸν, δυοῖν ἐτῶν διελθόντων. Ἀλλ' ὁ τῶν ὅλων Θεὸς τὸν προφήτην παρηγγύησε πρὸς τὸν Ἀνανίαν εἰπεῖν· «Κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντὶ τούτων σιδηροῦς κλοιούς.» Τὸν ζυγὸν δὲ τῶν Βαβυλωνίων σιδηροῦν ὀνομάζει, ὡς βαρυτέρας διὰ τὴν ἀπείθειαν ἐσομένης τῆς τιμωρίας. Εἶτα δυσχεράνας ὁ προφήτης, ὡς ἀκριβῶς μεμαθηκὼς Ἀνανίου τὴν ψευδῆ χρησμολογίαν, ἔφη πρὸς αὐτόν· «Ἄκουσον δὴ, Ἀνανία, οὐκ ἀπέστειλέ σε Κύριος, καὶ σὺ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ' ἀδίκοις.» Προλέγει δὲ αὐτοῦ καὶ τὴν ἐντὸς ὀλίγων μηνῶν τελευτήν. «Ὅτι ἔκκλισιν, φησὶν, ἐλάλησας πρὸς τὸν Κύριον.» Ἀντὶ τοῦ, Παρεσκεύασας τὸν λαὸν ἀπὸ τῶν θείων λογίων ἐκκλῖναι, καὶ τῇ σῇ ψευδολογίᾳ πιστεῦσαι. Εἶτα διηγήσατο καὶ τοῦ ψευδοπροφήτου τὸν θάνατον, καὶ τῆς θείας μακροθυμίας τὴν ἀμετρίαν· οὐ γὰρ εὐθὺς αὐτὸν ἐστέρησε τῆς ζωῆς, ἀναμένων τὴν μεταμέλειαν· ἐπιμείναντα μὲν τῇ πονηρίᾳ, μετὰ μῆνας ἑπτὰ θανάτῳ παρέδωκεν. ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. Ἐντεῦθεν εἰς ἕτερον μεταβαίνει διήγημα, καὶ διδάσκει ὡς ἐπέστειλε, τοῦ Θεοῦ βουλεύσαντος, τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις, μετὰ τὴν Ἰεχονίου τοῦ βασιλέως αἰχμαλωσίαν. Λέγει καὶ τὰς προσηγορίας τῶν ἀποκομισάντων τὰ γράμματα. Περιεῖχε δὲ ταῦτα, ὡς ὁ τῶν ὅλων Θεὸς τοῖς αἰχμαλώτοις ἤδη γεγενημένοις κελεύει, καὶ παιδοποιῆσαι, καὶ δείμασθαι οἰκίας,