Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.649
Not analysed yet
καὶ κατεγγυῆσαι τὰς θυγατέρας ἀνδράσι, καὶ γυναῖκας ἀγαγεῖν τοῖς υἱέσι, καὶ φροντίσαι τῆς αὔξης τοῦ γένους, καὶ ὑπὲρ τῶν ἀνδραποδισάντων προσεύξασθαι. «Ὅτι ἐν τῇ εἰρήνῃ αὐτῶν, φησὶν, ἔσται ὑμῖν εἰρήνη.» Τούτῳ συμβαίνει τῷ λόγῳ καὶ ἡ τοῦ Ἀποστόλου νομοθεσία, παρεγγυῶσα «ποιεῖσθαι προσευχὰς καὶ ἐντεύξεις, ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν τῇ ὑπεροχῇ καὶ ἐξουσίᾳ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.» Ταῦτα μέντοι γενέσθαι προσέταξεν ὁ τῶν ὅλων Θεὸς, διδάσκων αὐτοὺς τοῖς ψευδοπροφήταις μὴ πείθεσθαι, ἀλλὰ τὸν ὡρισμένον ἀναμεῖναι χρόνον· τοῦτο γὰρ διὰ τῶν ἑξῆς δεδήλωκε, λέγων· «Μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ ψευδοπροφῆται ὑμῶν οἱ ἐν ὑμῖν, καὶ μὴ ἀπατάτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν. Καὶ μὴ ἀκούετε τῶν ἐνυπνίων ὑμῶν, ὧν ὑμεῖς ἐνυπνιάζεσθε.» θʹ. Ὅτι ἄδικα οὗτοι προφητεύουσιν ὑμῖν ἐπὶ τῷ ὀνόματί μου· οὐκ ἀπέστειλα αὐτοὺς, φησὶ Κύριος. Διδάσκει δὲ καὶ τὸν τῆς ἐπανόδου καιρόν· τῶν γὰρ ἑβδομήκοντα, φησὶ, πληρουμένων ἐτῶν ἐπισκέψομαι ὑμᾶς, καὶ τὰς ἀγαθὰς ἐπαγγελίας πληρώσω. Ὑπισχνεῖται δὲ καὶ πάσης αὐτοὺς ἀξιώσειν κηδεμονίας, καὶ προσευξομένοις παρέξειν ἀγαθά· «Ὅταν γὰρ, φησὶ, ζητήσητέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ἐπιφανοῦμαι ὑμῖν, φησὶ Κύριος.» Ἴστε δὲ καὶ τοῦτο, ὡς τοὺς διαφυγόντας τὴν προτέραν αἰχμαλωσίαν, καὶ λιμῷ καὶ σφαγῇ παραδώσω. «Καὶ δώσω αὐτοὺς, ὥσπερ τὰ σῦκα σουαρεὶμ, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας.» Ἅπερ εἶπεν ἄνω αἰσχρὰ, ἐνταῦθα σουαρεὶμ ὠνόμασε. Σουαρεὶμ δὲ ἔστι τῇ Ἑβραίων φωνῇ τὰ ἐν ταῖς ὕλαις φυόμενα, τουτέστι τὰ ἄγρια, τὰ ἀνεπιμέλητα, τὰ φυτουργίας οὐκ ἀξιούμενα, τὰ εἰς βρῶσιν ἄχρηστα. ιηʹ. Καὶ δώσω αὐτοὺς εἰς σάλον πάσαις ταῖς βασιλείαις τῆς γῆς. Δείσουσι γὰρ ἅπαντες τὰς ἐπενεχθείσας ἀκούοντες συμφοράς. «Καὶ εἰς ὅρκον, καὶ εἰς συριγμὸν, καὶ εἰς ὀνειδισμὸν, ἐν πᾶσι τοῖς ἔθνεσιν, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ.» Εἰώθασι πολλοὶ λέγειν, Μὴ πάθοιμι ἃ ὁ δεῖνα πέπονθε. τοῦτο οὖν λέγει εἰς ὅρκον· τὸ δὲ εἰς συριγμὸν πολλάκις εἰρήκαμεν. Τοῦ δὲ ὀνειδισμοῦ καὶ ὁ μακάριος μέμνηται Δαβίδ· «Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν·» καὶ πάλιν· «Ἔθου ἡμᾶς εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι.» Ταῦτα δὲ, φησὶ, πείσονται, «Ὅτι ἀπέστειλα πρὸς αὐτοὺς τοὺς δούλους μου τοὺς προφήτας, ὀρθρίζων καὶ ἀποστέλλων, καὶ οὐκ ἤκουσαν, φησὶ Κύριος.» Διὰ τοῦ ὀρθρίζων, τὸ ἐπιμελὲς δεδήλωκεν.