Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.652
Not analysed yet
Οὐ γὰρ πάρεργον εἶχε τοῦτο, καὶ λίαν σπουδαίαν αὐτῶν ἐποίει τὴν φροντίδα. Ἔπειτα προλέγει καὶ τῶν δύο ψευδοπροφητῶν τὸν ὄλεθρον, τοῦ Ἀχιὰβ, καὶ τοῦ Σεδεκίου. «Δώσω γὰρ αὐτοὺς, φησὶν, εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατ' ὀφθαλμοὺς ὑμῶν.» κβʹ. Καὶ λήψονται ἐπ' αὐτοῖς κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ἰούδα, καὶ ἐν Βαβυλῶνι, λέγοντες, Ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε, καὶ Ἀχιάβ. Σαφῶς ἐντεῦθεν μανθάνομεν τῆς κατάρας τὴν ἑρμηνείαν· λέγει δὲ καὶ τῆς τιμωρίας τὸν τρόπον. «Οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί.» κγʹ. Δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραήλ. Διδάσκει καὶ ταύτης τὸ εἶδος. «Καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν, καὶ λόγον ἐχρημάτισαν ἐπὶ τῷ ὀνόματί μου ἄδικον, ὃν οὐκ ἐχρημάτισα αὐτοῖς Καὶ ἐγώ εἰμι ὁ γνώστης, καὶ ὁ μάρτυς, λέγει Κύριος.» Οὐδέν με γὰρ, φησὶ, λανθάνει τῶν γιγνομένων· ἀλλ' ὁρῶ καὶ τὰ ἐν παραβύστῳ τολμώμενα. Ἀπειλεῖ δὲ καὶ Σαμαίᾳ τῷ Ἐλαμίτῃ, ὡς ἐναντία χρησμῳδῆσαι τετολμηκότι, καὶ ἐπιστεῖλαι Σοφονίᾳ τῷ ἱερεῖ, καὶ τοῖς ὑπὸ τοῦτον τελοῦσιν ἱερεῦσιν. Ἐπέστειλε δὲ ταῦτα· κϛʹ. Κύριος ἔδωκέ σε εἰς ἱερέα, ἀντὶ Ἰωδαὲ τοῦ ἱερέως. Ἰωδαὲ ὁ ἀρχιερεὺς πολυθρύλλητος ἦν· Ἐπᾶραι τοίνυν τοῦ Σοφονίου τὸ φρόνημα βουληθεὶς, τῆς ἐκείνου ἀρχῆς ἐμνημόνευσεν. «Γενέσθαι σε εἰς ἐπιστάτην ἐν οἴκῳ Κυρίου, παντὶ ἀνθρώπῳ προφητεύοντι, καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ· ἵνα δῷς αὐτὸν εἰς τὸ κλεῖσμα Σινὼχ, καὶ εἰς τὸν καταράκτην.» Καὶ ἤδη προειρήκαμεν, ὡς ἐπιλήπτους ἐκάλουν τοὺς προφήτας· δῆλον δὲ καὶ ἐντεῦθεν· τὸν γὰρ προφήτην συνέταξε τῷ μαινομένῳ· τὸ δὲ Σινώχ ὁ Σύρος εἰρκτήν ἡρμήνευσεν. Λέγει δὲ, ὅτι Διὰ τοῦτο ἄρχεις, ὥστε τοὺς κακὰ προφητεύοντας καθείργειν, καὶ κολάζειν· τοῦτο γὰρ διὰ τῶν ἑξῆς δηλοῖ. κζʹ, κηʹ. Τί γὰρ δὴ, φησὶν, οὐκ ἐπεπλήξατε τῷ Ἱερεμίᾳ, τοιαῦτα γράψαι τετολμηκότι, ὥστε ὑμᾶς καὶ οἰκοδομὰς οἰκοδομῆσαι, καὶ κήπους φυτεῦσαι; Ταύτην ἀνέγνω τὴν ἐπιστολὴν Σοφονίας ὁ ἀρχιερεὺς τῷ προφήτῃ· παραυτίκα δὲ ὁ τῶν ὅλων Θεὸς ἀντιγράψαι τῷ προφήτῃ παρακελεύεται, καὶ τῷ ἐν Βαβυλῶνι σημῆναι λαῷ, ὡς ψευδῆ Σαμαίας προειρηκώς ἐστιν, οὐκ ἀποσταλεὶς παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Οὗ δὴ χάριν πρόῤῥιζον αὐτὸν σὺν τῷ γένει παντὶ παραδώσω θανάτῳ, καὶ τῶν ἀνιαρῶν οὐκ ὄψεται τὴν μεταβολήν. Ταῦτα τοίνυν μεμαθηκότες, δείσωμεν τὸ ψεῦδος, καὶ τῇ ἀληθείᾳ πιστεύσωμεν, καὶ τὴν ἀμφιβολίαν τῶν ψυχῶν ἐξελά-