Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.653
Not analysed yet
σωμεν, καὶ τοῖς θείοις ἀκολουθήσωμεν λόγοις, ὅπως ἴδωμεν τῆς ἄνω Ἱερουσαλὴμ τὰ ἀγαθὰ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Ζʹ. ΚΕΦΑΛΑΙΟΝ Λʹ. Δεῖξαι βουλόμενος ὁ Δεσπότης Θεὸς τὴν τῆς προφητείας ἀλήθειαν συγγραφῇ παραδοῦναι, τῷ προφήτῃ κελεύει τάς τε περὶ τῆς αἰχμαλωσίας, τάς τε περὶ τῆς ἀνακλήσεως γεγενημένας προῤῥήσεις. Πρῶτον μέντοι προλέγει τὰ σκυθρωπά. εʹ, ϛʹ Οὕτως εἶπε Κύριος· Φωνὴν φόβου ἀκούσεσθε· φόβος, καὶ οὐκ ἔστιν εἰρήνη. Ἐρωτήσατε δὴ, καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν; Σαφῶς δεδήλωκεν τὴν τῆς ὀδύνης ὑπερβολήν· τὸ γὰρ μέγεθος τῆς συμφορᾶς συνέκρινεν ὠδῖσι τικτούσης. Τοῦτο γὰρ σημαίνει τὸ «Ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν;» Συμφωνεῖ δὲ καὶ τὰ ἑξῆς. «Καὶ περὶ φόβου, ἐν ᾧ καθέξουσιν ὀσφύν· διότι ἑώρακα πάντα ἄνθρωπον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, ὡς τικτούσης.» Νῦν μὲν τὴν ὀδύνην δεικνὺς, τῆς τικτούσης παρατίθησι τὴν εἰκόνα· ἑτέρωθι δὲ, τὸ πένθος διδάσκων, ἐπὶ τῆς κεφαλῆς συμπεπλεγμένας ἔχειν ἕκαστον ἔφη τὰς χεῖρας. «Πάντα τὰ πρόσωπα εἰς ἴκτερον ἐγενήθη.» Καὶ τοῦτο δέους σημαντικόν. ζʹ. Ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη, καὶ οὐκ ἔστι τοιαύτη· καὶ χρόνος στενότητός ἐστι καὶ θλίψεως παντὶ Ἰακώβ. Ἀπὸ τοῦ μεγέθους τῆς τιμωρίας τὴν ἡμέραν μεγάλην ὠνόμασεν. Εἶτα συνάπτει ψυχαγωγίαν τοῖς σκυθρωποῖς. Λέγει γάρ· «Καὶ ἀπὸ τούτου σωθήσεται.» Καὶ ὑπισχνεῖται συντρίψειν τὸν τῆς δουλείας ζυγόν. Προλέγει δὲ καὶ τὴν τοῦ τρόπου μεταβολήν. «Καὶ οὐκ ἐργάσονται ἔτι ἀλλοτρίοις.» θʹ. Καὶ ἐργάσονται Κυρίῳ τῷ Θεῷ αὑτῶν. Ἀλλοτρίους τὰ εἴδωλα προσηγόρευσε· γνόντες γὰρ ὡς ὁ Δεσπότης Θεὸς, καὶ τὰ ἀγαθὰ χορηγεῖ, καὶ τὰς παιδείας ἐπάγει, πάντων, φησὶ, προτιμήσουσι τὴν