Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.656
Not analysed yet
αὐτοῦ προφητείαν. «Καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς.» Τῇ προφητείᾳ τὸ τέλος ὁ Δεσπότης Χριστὸς ἐπιτέθεικεν. Ἐκ Δαβὶδ γὰρ ἐβλάστησε κατὰ σάρκα, καὶ ποιμαίνει οὐκέτι μόνον τὸν Ἰσραὴλ, ἀλλὰ πάντα τὰ ἔθνη, ὡς ἐν σκιᾷ καὶ τύπῳ, καὶ ἐπὶ τοῦ Ζοροβάβελ ἐδέξατό τινα ἡ πρόῤῥησις ἔκβασιν. Ταῦτα ὑποσχόμενος πάλιν αὐτοὺς ψυχαγωγεῖ, τὴν ἀνάκλησιν ἐπαγγελλόμενος. Καὶ τοῖς μὲν Βαβυλωνίοις ὄλεθρον ἀπειλεῖ. «Ποιήσω γὰρ, φησὶν, ἔκλειψιν ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς διεσκόρπισά σε ἐκεῖ.» Αὐτοῖς δὲ ἀγαθῶν ἐπαγγελίας προσφέρει. «Σὲ γὰρ, φησὶν, οὐ μὴ ποιήσω εἰς ἔκλειψιν, καὶ παιδεύσω σε εἰς κρίσιν, καὶ ἀθωῶν οὐκ ἀθωώσω σε.» Ἀντὶ τοῦ, παιδεύσω, καὶ ψυχαγωγήσω, καὶ οὔτε ἀπαίδευτον ἐάσω, οὔτε ἀβοήθητον καταλείψω· τὸ γὰρ «ἀθωῶν οὐκ ἀθωώσω σε» τοῦτο δηλοῖ, ὀντὶ τοῦ, ἀπείραστόν σε τῶν κακῶν οὐκ ἐάσω· τῷ δὲ μεγέθει τῆς ἀπειλῆς μεταβαλεῖν αὐτῶν τὴν πονηρίαν βουλόμενος, ἐπάγει καὶ ταῦτα· ιβʹ, ιγʹ. Βίαιον τὸ σύντριμμά σου· ἀλγηρὰ ἡ πληγή σου. Οὐκ ἔστι κρίνων κρίσιν σου. Οὐδεὶς γὰρ ἀνθρώπων ἤλεγχε τοῦ Ναβουχοδονόσορ τὴν ἀδικίαν. «Εἰς ἀλγηρὸν ἰατρεύθης,» τουτέστι σὺν ὀδύνῃ. «Ὠφέλεια οὐκ ἔστι σοι.» Τὴν ὠφέλειαν νῦν οὐκ ἐπὶ τῆς ψυχῆς τέθεικεν, ἀλλ' ἐπὶ τῆς ἀνθρωπίνης ἐπικουρίας· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. ιδʹ. Πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσωσι περὶ σοῦ· ὅτι πληγῇ ἐχθροῦ ἔπαισά σε. Οὐ γὰρ ἐχρησάμην τῇ συνήθει μακροθυμίᾳ, ἀλλὰ βαθεῖαν δέδωκα τὴν τομήν. Τοῦτο καὶ ἰατρὸς ποιεῖ χαλεπὸν τὸ πάθος θεώμενος. Καὶ διδάσκων τῆς τιμωρίας τὸ δίκαιον, ἐπήγαγε· «Παιδείαν στερεὰν ἐπὶ πᾶσαν ἀδικίαν σου· διότι ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου.» Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ἑξῆς. ιεʹ. Τί βοᾷς ἐπὶ τὸ σύντριμμά σου; βίαιον τὸ ἄλγος σου; Ἀντὶ τοῦ, σφοδρὸν, ἀλλ' ὅμως δίκαιον. «Διὰ πλῆθος ἀνομιῶν σου, ὅτι ἴσχυσαν αἱ ἁμαρτίαι σου, ἐποίησά σοι ταῦτα.» Ἀπειλεῖ δὲ ὅμως τοῖς ἐπελθοῦσιν αὐτοῖς πολεμίοις, καὶ σφαγὴν, καὶ δουλείαν· οἱ γὰρ τὸν θάνατον διαπεφευγότες, δοῦλοι τῶν νενικηκότων ἐγένοντο. Ἐπιμένει δὲ αὐτὴν ταῖς χρησταῖς ἐπαγγελίαις ψυχαγωγῶν.