Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.657
Not analysed yet
ιζʹ. Ὅτι ἀνοίξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶ Κύριος. Καὶ τῇ τομῇ, καὶ τῇ σπογγιᾷ, καὶ τοῖς αὐστηροτέροις, καὶ τοῖς ἠπιωτέροις φαρμάκοις ἐχρήσατο. «Ὅτι διεσπαρμένη ἐκλήθη Σιών.» Ἐπετώθαζε γὰρ αὐτῇ τὰ γειτονεύοντα ἔθνη, καὶ τὴν αἰχμαλωσίαν προτιθέντα, καὶ τὴν δουλείαν. «Αὕτη θήραμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν.» Ἡνίκα, φησὶ, παρεῖδον αὐτὴν καὶ οὐκ ἐπήμυνον, προὔκειτο τοῖς πολεμοῦσιν αὐτὴν, ὡς θήραμα ἕτοιμον. Ἀλλὰ μετὰ τὴν παιδείαν τῆς δουλείας αὐτοὺς ἐλευθερώσω, ὥστε ἐπανελθεῖν καὶ δείμασθαι τὰς πόλεις, καὶ τὸν ναὸν ἀναστῆσαι, καὶ τὴν κατὰ νόμον ἐν αὐτῷ λατρείαν ἐπιτελεῖν. Τοῦτο γὰρ ἔφη· «Καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται.» Προστίθησι δὲ καὶ ὅσα τῆς εὐπραξίας ἴδια. ιθʹ. Καὶ ἐξελεύσονται ἀπ' αὐτῶν ᾄδοντες, καὶ φωνὴ παιζόντων. Ὑπισχνεῖται δὲ καὶ αὔξην τοῦ γένους, καὶ πολυγονίαν. «Χεῶ γὰρ αὐτοὺς, φησὶ, καὶ οὐ μὴ σμικρυνθῶσι.» κʹ. Καὶ εἰσελεύσονται, φησὶν, οἱ υἱοὶ αὐτῶν, ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσονται. Τὰ μαρτύρια ὁ Σύρος συναγωγὰς ἡρμήνευσε. «Καὶ ἐπισκέψομαι ἐπὶ πάντας τοὺς θλίβοντας αὐτούς.» καʹ. Καὶ ἔσονται ἰσχυρότεροι αὐτῶν ἐπ' αὐτούς. Θλίβοντας τοὺς Βαβυλωνίους λέγει· ἰσχυροτέρους δὲ τούτων Μήδους καὶ Πέρσας· οὗτοι γὰρ αὐτῶν τὴν σωτηρίαν κατέλυσαν. «Καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.» Κατὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, ἄρχοντα τῶν Βαβυλωνίων εἶχον τὸν βασιλέα. Μετὰ δὲ τὴν ἐπάνοδον, πρῶτον μὲν ἔσχον τὸν Ζοροβάβελ, καὶ τὸν τοῦ Ἰωσεδὲκ υἱόν· μετὰ δὲ ταῦτα, ὑπὸ τῶν ἀρχιερέων ἰθύνοντο. «Ὅτι τίς ἐστιν οὗτος, ὃς ἔδωκε τὴν καρδίαν αὐτοῦ ἐπιστρέψαι πρός με; φησὶ Κύριος.» Τοῦτο καὶ ἀλλαχοῦ φησιν· Ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν, τίς ἐπίστευσε Κυρίῳ, καὶ κατῃσχύνθη. Εἶτα τῇ τοῦ Θεοῦ ὀργῇ τὰ συμβεβηκότα αὐτοῖς ἀνατίθησιν ἀλγεινά· καὶ δεικνὺς αὐτῆς τὸ δίκαιον, ἐπάγει· «Ἐπ' ἀσεβεῖς ἥξει.» Διδάσκων δὲ καὶ τὸ δυνατὸν, ἐπιφέρει· κδʹ. Οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ Κυρίου, ἕως ἂν ποιήσῃ, καὶ ἕως οὗ πληρώσῃ ἐγχείρημα καρδίας αὑτοῦ. Τῇ γὰρ βουλῇ αὐτοῦ τίς ἀνθέστηκε; Τὴν ἀπιστίαν αὐτῶν ἐλέγχων, «Ἐπ' ἐσχάτων, φησὶ, τῶν ἡμερῶν γνώσεσθε αὐτά.» Ἐπειδὴ τοὺς λόγους οὐ πιστεύετε, δι' αὐτῶν μαθήσεσθε τῶν πραγμάτων τῆς πείρας.