Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.660
Not analysed yet
ΚΕΦΑΛ. ΛΑʹ. Ἀναμίξας δὲ πάλιν τὰ θυμήρη τοῖς σκυθρωποῖς, τὴν τούτων αἰτίαν διδάσκει. βʹ. Οὕτως εἶπε Κύριος· Εὗρον θερμὸν ἐν ἐρήμῳ, μετὰ ὀλωλότων ἐν μαχαίρᾳ πορευομένους ἐν σπουδαῖς Ἰσραήλ. Τὸ θερμὸν καὶ ὁ Σύρος καὶ ὁ Ἑβραῖος οἰκτιρμὸν τεθείκασιν· ἔχει δέ τινα πρὸς τοῦτο συγγένειαν καὶ ἡ ἑρμηνεία τῆς Ἑλλάδος φωνῆς· ὑποθερμαινόμενος γάρ τις χαυνοῦται εἰς ἔλεον· ἔρημον δὲ καλεῖ τὴν Βαβυλῶνα· καὶ διδάσκει ὅτι ἐκεῖ δουλεύοντας ᾤκτειρεν ὁ Δεσπότης. Συμφωνεῖ δὲ καὶ τῇ Σύρου ἑρμηνείᾳ καὶ τὰ ἑξῆς. γʹ. Ἀγάπησιν αἰωνίαν ἠγάπησά σε· διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα. Οὐχ ὁ σὸς, φησὶ, τρόπος αἴτιός σοι τῆς σωτηρίας· ἀλλ' ὁ ἐμὸς ἔλεος. Προλέγει δὲ, ὅτι πάλιν χορεύσουσι τυμπάνοις κεχρημένοι, καὶ τοῖς ἄλλοις ὀργάνοις, καὶ φυτουργίας φροντίσουσι, καὶ τὰς θείας ἐπιτελέσουσιν ἑορτάς. Προλέγει καὶ τὴν ἕνωσιν τῶν φυλῶν. ϛʹ. Ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένου ἐν ὄρεσιν Ἐφραΐμ· Ἀνάστητε, καὶ ἀναβῶμεν εἰς Σιὼν, πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Οὗτοι γὰρ, οἱ πάλαι ταῖς δαμάλεσι λατρεύοντες, ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων ἀπολογήσονται, καὶ εἰς τὴν Σιὼν δραμοῦνται, καὶ τὸν τῶν ὅλων Θεὸν προσκυνήσουσι. Παρακελεύεται δὲ αὐτοῖς, τὸν μὲν Θεὸν ἀνυμνεῖν μετ' εὐφροσύνης, κατὰ δὲ τῶν γειτονευόντων ἐθνῶν μέγα φρονεῖν. Τοῦτο γὰρ λέγει· «Χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν.» Καὶ δηλώσατε διὰ τούτου τὴν θείαν ἐπικουρίαν. Λέγει δὲ καὶ τὸν τῆς ἐπανόδου καιρόν. ηʹ. Συνάξω γὰρ αὐτοὺς, φησὶν, ἐν ἑορτῇ Φασὲκ ἀπ' ἐσχάτου τῆς γῆς. Τὸ δὲ Φασὲκ τὸ Πάσχα ἑρμηνεύεται τῇ Ἑλλάδι φωνῇ. Καὶ τὸ πλῆθος αὐτῶν σημαίνων· «Ἐν αὐτοῖς, φησὶ, χωλὸς καὶ τυφλὸς, ἔγκυος καὶ τίκτουσα, ὁμοθυμαδὸν ἐκκλησία μεγάλη.» Ἐν γὰρ ταῖς πολυανθρώποις πόλεσι πάντα ἔστιν εὑρεῖν τὰ τοιαῦτα. Ἀναμιμνήσκει δὲ καὶ τοῦ τῆς αἰχμαλωσίας κλαυθμοῦ· καὶ προλέγει τῆς ἐπανόδου τὴν θυμηδίαν, καὶ τὰς κατὰ τὴν ὁδοιπορίαν ψυχαγωγίας. «Ἐν παρακλήσει γὰρ, φησὶν, ἀνάξω αὐτοὺς, αὐλίζων ἐπὶ διορυγὰς ὑδάτων, ἐν ὁδῷ εὐθείᾳ, καὶ οὐ μὴ πλανηθῶσιν ἔτι ἐν αὐτῇ.» Καὶ τὴν αἰτίαν τῆς κηδεμονίας δεικνὺς ἐπήγαγεν· «Ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφραῒμ πρωτότοκός μού ἐστιν.» Ἐφραῒμ οὐ τὸν τοῦ Ἰωσὴφ καλεῖ υἱὸν, ἀλλὰ τὰς δέκα φυλάς· ἐν αὐταῖς δὲ ἦν Ῥουβὴν ὁ πρωτότοκος, καὶ Συμεὼν ὁ δεύτερος.