Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.661
Not analysed yet
Ἐκαλοῦντο δὲ Ἐφραῒμ αἱ δέκα φυλαὶ, ἐπειδὴ τὰ βασίλεια ἐν τῷ κλήρῳ τοῦ Ἐφραῒμ ᾠκοδόμητο. Καὶ καθάπερ νῦν ἀπὸ τῆς Ῥωμαίων πόλεως Ῥωμαῖοι πάντες ὀνομαζόμεθα· οὕτως ἀπὸ τοῦ Ἐφραῒμ προσηγορεύοντο τηνικαῦτα αἱ δέκα φυλαί. Ταῦτα δὲ καὶ ἐν τοῖς ἔθνεσι κηρυχθῆναι κελεύει, καὶ μηνυθῆναι πᾶσι τοῦ λαοῦ τὴν ἐπάνοδον· ἐγένετο δὲ οὐ διὰ λόγων τὸ κήρυγμα, ἀλλ' ἤκουον πάντες, γεγωνότερον τῶν πραγμάτων βοώντων. Ὑπισχνεῖται δὲ καὶ γῆς εὐκαρπίαν, καὶ κτηνῶν πολυγονίαν, καὶ ψυχῆς εὐφροσύνην. Τὸ δέ· ιδʹ. Μεθύσω τὴν ψυχὴν τῶν ἱερέων, τῶν υἱῶν Λευΐ, ἀντὶ τοῦ, ἀγαθῶν ἐμπλήσω παντοδαπῶν· τοῦτο γὰρ δηλοῖ καὶ τὰ ἐπαγόμενα. «Καὶ ὁ λαός μου τῶν ἀγαθῶν ἐμπλησθήσεται, φησὶ Κύριος.» ιεʹ. Οὕτως εἶπε Κύριος· Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος, καὶ κλαυθμὸς, καὶ ὀδυρμός· Ῥαχὴλ ἀποκλαιομένη ἐπὶ τοὺς υἱοὺς αὑτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι ἐπὶ τοῖς υἱοῖς αὑτῆς, ὅτι οὐκ εἰσίν. Καὶ ἡ Ῥαμὰ τῆς Βενιαμίτιδος ἦν φυλῆς· καὶ τῆς Ῥαχὴλ ὁ τάφος ἐν τῷ ἱπποδρόμῳ ἐστὶ Χαφραθὰ, τοῦ ἐλθεῖν εἰς Ἐφραθά. Καὶ τέλος μὲν ἔλαβεν ἡ προφητεία ἐπὶ Ἡρώδου τοῦ πρώτου· οὗτος γὰρ ἀνεῖλε τὰ βρέφη, συναναιρήσειν ἐλπίζων τὸν γεννηθέντα Σωτῆρα. Τέθεικε δὲ ταῦτα ὁ προφήτης μεταξὺ τῆς τῶν ἀγαθῶν ἐπαγγελίας· διδάσκων, ὅτι τὸ ἀληθῶς ἀγαθὸν, καὶ τὸ τῆς σωτηρίας κεφάλαιον, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἡ κατὰ σάρκα γέννησις, δι' ἣν ὑπέμεινε τὰ βρέφη τὴν ἄδικον ἐκείνην σφαγήν. ιϛʹ. Τάδε λέγει Κύριος· Διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων· ὅτι ἔστι μισθὸς τοῖς σοῖς ἔργοις, φησὶ Κύριος, καὶ ἐπιστρέψουσιν οἱ υἱοὶ αὐτῶν εἰς τὰ ὄρη αὑτῶν. Καὶ διδάσκων ποίων ἔργων ὑπισχνεῖται μισθὸν, ὑποδείκνυσιν αὐτῷ τὴν ἐν Βαβυλῶνι μετάνοιαν. ιηʹ. Ἀκούων ἤκουσα Ἐφραῒμ ὀδυρομένου. Διδάσκει δὲ καὶ τίσιν ἐκέχρητο λόγοις· «Ἐπαίδευσάς με, Κύριε, καὶ οὐκ ἐπαιδεύθην· ὥσπερ μόσχος οὐκ ἐδιδάχθην.» Τοῦτο καὶ ὁ προφήτης ἐν τοῖς πρόσθεν εἴρηκεν· «Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν· συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.» Καὶ Ὡσηὲ δὲ ὁ προφήτης φησίν· «Ἐφραῒμ δάμαλις δεδιδαγμένη ἀγαπᾷν νεῖκος.» Ἀντιλέγει, φησὶ, καὶ οὐ δέχεται τὸν τοῦ νόμου ζυγόν. Καὶ πάλιν·