Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.664
Not analysed yet
»Ἐγένετο Ἐφραῒμ, ὡς παροιστρῶσα δάμαλις.» Τίθησι δὲ καὶ ἅπερ ποτνιώμενος ἔλεγεν· «Ἐπίστρεψόν με, Κύριε, καὶ ἐπιστρέψω· ὅτι σὺ Κύριος ὁ Θεός μου εἶ.» Σοῦ γὰρ μὴ θέλοντος, οὐκ ἀπαλλαγήσομαι τῆς δουλείας. ιθʹ. Ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα, καὶ ὕστερον τοῦ γνῶναι ἐκρότησα ἐπὶ μηρὸν, καὶ ἐστέναξα ἐφ' ἡμέραις αἰσχύνης μου. Μετὰ τὴν πεῖραν τῶν κακῶν, εἰς αἴσθησιν ἦλθε τῆς ἁμαρτίας. Τοῦτο καὶ ὁ μακάριος Δαβὶδ εἶπε· «Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.» Καὶ πάλιν· «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.» Τὸ δὲ πατάσσειν τὸν μηρὸν, τῶν ὀδυνομένων καὶ μεταμελουμένων ἴδιον. «Καί γε ἐνετράπην, καὶ ὑπεῖξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου.» Ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς παραβαίνων σου τὰς ἐντολὰς διετέλεσα. Δείκνυσι δὲ καὶ τὴν φιλανθρωπίαν ὁ Δεσπότης, καί φησιν· κʹ. Εἰ υἱὸς ἀγαπητὸς ἐμοὶ Ἐφραῒμ, εἰ παιδίον ἐντρυφῶν. Ἀντὶ τοῦ, τρυφερὸν, καὶ ἐπίχαρι· εἰ ἐπιμένεις, φησὶ, ταύτῃ χρώμενος τῇ διαθέσει, καὶ τῆς ἐμῆς μεμνημένος κηδεμονίας, τῶν ἀγαθῶν ἀπολαύσεις· τὴν γὰρ ὑπόσχεσιν ἐντέθεικε τοῖς ἑξῆς. «Ὅτι ἀνθ' ὧν οἱ λόγοι μου ἐν αὐτῷ εἰσι, μνείᾳ μνησθήσομαι αὐτοῦ ἔτι.» Ἐπειδὴ μεταμελείᾳ κέχρηται, καὶ τῶν ἐμῶν ἐντολῶν μνημονεύει, τῆς παρ' ἐμοῦ τεύξεται προμηθείας. «Διὰ τοῦτο γὰρ, φησὶν, ἐπισκέψομαι αὐτὸν, ἐλεῶν ἐλεήσω αὐτόν.» Εἶτα παρακελεύεται τοῖς τῆς μετανοίας κεχρῆσθαι φαρμάκοις. καʹ. Στῆσον σεαυτὴν σιονείμ. Τὸ σιονεὶμ ὁ Σύρος σημεῖα ἡρμήνευσεν· ἀντὶ τοῦ, ἐπισημήνασθαι ἔδει, τίνας μὲν ἐκ τῆς παρανομίας ἐδρέψω καρποὺς, ποίων δέ σοι ἀγαθῶν μεταμέλεια γεγένηται πρόξενος. Διὰ τοῦτο καὶ τῇ αὐθαιρέτῳ παιδείᾳ κεχρῆσθαι παρεγγυᾷ. «Ποίησον σεαυτῇ τιμωρίαν, δὸς τὴν καρδίαν σου εἰς τοὺς ὤμους σου.» Ἀντὶ τοῦ, Ἐπίθες σεαυτῇ τὸ φορτίον τῆς μετανοίας. Ἐπίμεινον οἷς προείλου καλῶς· τοῦτο γὰρ ἐπήγαγεν, «Ὁδὸν ἣν πεπόρευσαι.» Εἶτα παρακελεύεται αὐτῇ ἀναστρέψαι, καὶ εἰς τὰς οἰκείας πόλεις ἐπανελθεῖν, καὶ μὴ καταλιπεῖν τὸ πένθος. «Ἀπόστρεψον γὰρ, φησὶν,