Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.665
Not analysed yet
εἰς τὰς πόλεις σου πενθοῦσα.» Οὐκ ἐναντίον δὲ τῇ εὐφροσύνῃ τὸ τοιοῦτον πένθος. Χρὴ γὰρ ἡμᾶς, καὶ τῶν ἀγαθῶν ἀπολαύοντας, τῶν οἰκείων μεμνῆσθαι παραπτωμάτων, καὶ ταῦτα θρηνεῖν. κβʹ. Ἕως πότε ἀποστρέψεις θυγάτηρ ἠτιμωμένη· ὅτι ἔκτισέ σε Κύριος εἰς σωτηρίαν, εἰς καταφύτευσιν καινὴν, ἐν τῇ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι. Ἔδειξεν ἐνταῦθα σαφῶς καὶ τῆς ἀνακλήσεως τὴν αἰτίαν· τὴν γὰρ καινὴν καταφύτευσιν δι' αὐτῆς ἔσεσθαι προθεσπίζει· ταύτην δὲ οἱ ἐξ αὐτῆς βλαστήσαντες ἀπόστολοι τῇ οἰκουμένῃ προσήνεγκαν· καὶ τοῦτο σαφῶς ὁ προφητικὸς ἔφη λόγος. «Ἐν τῇ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.» Οὗτοι γὰρ τὰ ἔθνη περινοστήσαντες, τὴν σωτηρίαν αὐτοῖς διὰ τῆς θεογνωσίας προσήνεγκαν. Εἶτα πάλιν τὰ μετὰ τὴν ἐπάνοδον ἀγαθὰ προαγορεύει, καὶ τὴν ἐντεῦθεν φυομένην εὐφροσύνην. Τὸ δὲ, «Σπερῶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, σπέρμα ἀνθρώπων, καὶ σπέρμα κτηνῶν,» τὸ πλῆθος σημαίνει. κθʹ, λʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶν, οὐ μὴ εἴπωσιν, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν. Ἀλλ' ἕκαστος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ. Τοῦτο σαφέστερον καὶ διὰ τοῦ θεσπεσίου Ἐζεκιὴλ ὁ Δεσπότης, καὶ ἡμεῖς δὲ διὰ πλειόνων τὴν ἑρμηνείαν ἐποιησάμεθα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ οὐχ οἷόν τε τὸν ὄμφακα ἐσθίειν, τοῦ δὲ ἐσθίοντος τοὺς ὀδόντας μὴ αἱμωδιάσαι· οὕτως οὐχ οἷόν τε τῶν πατέρων ἡμαρτηκότων, δίκας εἰσπραχθῆναι τοὺς παῖδας. Καὶ εἰς βεβαίωσιν τοῦ εἰρημένου τὰ ἐπαγόμενα τίθησιν. λαʹ, λβʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα Διαθήκην καινήν. Οὐ κατὰ τὴν Διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ Διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Οὕτω, φησὶν, ἀδύνατόν ἐστι τοὺς παῖδας εἰσπραχθῆναι δίκας ὑπὲρ πατρῴων ἁμαρτημάτων, ὅτι καὶ τῶν πατέρων ἡμαρτηκότων τὰ μέγιστα ἀγαθὰ τοῖς παισὶν ἐπαγγέλλομαι. Πολλὰς μέντοι κατ' αὐτὸ προῤῥήσεις ἡμᾶς ἐδίδαξε· πρῶτον μὲν, ὅτι εἷς ἐστι νομοθέτης τῶν δύο Διαθηκῶν· εἶτα τῆς προτέρας Διαθήκης τὸ ἀτελές· οὐ γὰρ ἂν ἐδεήθημεν τῆς δευτέρας, τῆς προτέρας ἀρκούσης· πρὸς τούτοις, ὅτι ὁ μονογενὴς τοῦ