Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.668
Not analysed yet
Θεοῦ Λόγος τῶν εὐαγγελικῶν ἡμῖν ἀγαθῶν χορηγὸς ἐγένετο· αὐτὸς τὸν Ἰσραὴλ ἠλευθέρωσε τῆς Αἰγυπτίων δουλείας. Αὐτὸς τοιγαροῦν, καὶ τῷ Μωσῇ διαλεγόμενος ἔφη· «Ἐγώ εἰμι ὁ ὤν.» Καὶ ἱκανὸς ὁ λόγος, οὐ μόνον τὴν Ἰουδαίων διελέγξαι παρανομίαν, ἀλλὰ καὶ τὴν αἱρετικὴν βλασφημίαν γυμνῶσαι. λγʹ. Ὅτι αὕτη ἡ Διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα, μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος· Διδοὺς νόμους μου ἐπὶ διανοίας αὐτῶν, καὶ ἐπὶ τοῦ στήθους τῶν καρδιῶν αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Τοῦτο δι' αὐτῶν ἡμῖν ὁ Θεὸς τῶν πραγμάτων ἔδειξε. Τοὺς γὰρ ἱεροὺς ἀποστόλους εἰς τὸ ὄρος ἀναγαγὼν, οὐ πλάκας αὐτοῖς ἔδωκε λιθίνας, ἀλλ' ἐν ταῖς καρδίαις αὐτῶν τοὺς θείους ἐνέγραψε νόμους, καὶ τοὺς μακαρισμοὺς προσενήνοχε τοῖς ἐργάταις τῆς ἀρετῆς. λδʹ. Καὶ οὐ μὴ διδάξωσιν ἔτι ἕκαστος τὸν πλησίον αὑτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ, λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Τῶν δὲ ῥητῶν τούτων τὸ τέλος ὁ μέλλων δέξεται βίος. Ἐν ἐκείνῳ γὰρ οὐκέτι δεόμεθα τῆς παρ' ἀλλήλων διδασκαλίας, τῶν πραγμάτων ἐναργῶς φαινομένων, καὶ τῶν παθῶν πεπαυμένων, καὶ τῶν μὲν σωμάτων ἀφθάρτων, τῶν δὲ ψυχῶν γενομένων ἀτρέπτων. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὰς προφητείας ἀναμιγνύναι. Καὶ γὰρ τοῖς περὶ τῆς αἰχμαλωσίας λόγοις συνάπτει τοὺς περὶ τῆς ἀνακλήσεως· καὶ ὁ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις κατὰ ταὐτὸν τίθησι τοὺς περὶ τῆς Ἱερουσαλὴμ καὶ τοὺς περὶ τῆς συντελείας λόγους. «Ὅτι ἵλεως ἔσομαι ταῖς ἀνομίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.» Τοῦτο τοῦ παναγίου βαπτίσματος δωρεῖται ἡ χάρις· μετὰ γὰρ δὴ ἄφεσιν, τῶν προτέρων ἁμαρτημάτων οὐ μέμνηται. Μετὰ ταῦτα δείξας ὡς αὐτός ἐστιν ἡλίου, καὶ σελήνης, καὶ ἀστέρων δημιουργὸς, καὶ ὅτι αὐτὸς προσέταξε τὸν μὲν ποιεῖν τὴν ἡμέραν, τοὺς δὲ φωτίζειν τὴν νύκτα, καὶ ὡς αὐτοῦ νεύοντος κεκίνηται ἡ θάλασσα, καὶ γαλήνης ἀπολαύει, ἐπήγαγεν· λϛʹ. Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἐκ προσώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ προσώπου μου πάσας τὰς ἡμέρας. Τούτοις παραθεῖναι δεῖ τὸ διὰ τοῦ Ἡσαΐου τοῦ προφήτου εἰρημένον· «Ἐὰν ᾖ