Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.669
Not analysed yet
ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Ἀμφότεραι τοίνυν αἱ προφητείαι τὸ ἀληθὲς ἔχουσιν. «Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλ' οἱ τῷ Θεῷ πεπιστευκότες, καὶ τὸ σωτήριον δεξάμενοι κήρυγμα.» Ἐξ ὧν καὶ δι' ὧν κατὰ πᾶσαν τὴν οἰκουμένην Ἐκκλησία συνέστη. λζʹ. Τάδε λέγει Κύριος· Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὰ μετέωρα, καὶ ἐὰν ταπεινωθῇ ἡ γῆ εἰς τὸ ἔδαφος κάτω, καὶ ἐγὼ ἀποδοκιμῶ τὸν οἶκον Ἰσραὴλ, λέγει Κύριος. Ὡς ἀδύνατον, φησὶ, ἢ ὑψηλότερον γενέσθαι τὸν οὐρανὸν, ἢ βαθυτέραν τὴν γῆν· οὕτως ἀδύνατον παντελῶς ἀποῤῥιφῆναι τὸν Ἰσραήλ. ληʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ, ἀπὸ Ἀνανιὴλ ἕως τῆς πύλης τῆς γωνίας. Ὁ Σύρος οὕτως λέγει· «Ἀπὸ πύργου τῆς γωνίας Ἀνανιήλ.» λθʹ. Καὶ διεξελεύσεται ἔτι τὸ σχοινίον τῆς διαμετρήσεως αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνοῦ Γαρήβ, Ὀνόματα λέγει τόπων τῶν κύκλῳ τῆς πόλεως. «Καὶ περικυκλωθήσεται ἐξ ἐκλεκτῶν λίθων·» τουτέστι, μεγάλων καὶ ἰσχυρῶν. μʹ. Καὶ πᾶσαν τὴν κοιλάδα τῶν Φαγαρὶμ, καὶ πρὸς τὴν Σποδίαν. Καὶ πᾶσαν Ἀσαριμὼθ ἕως χειμάῤῥου Κέδρων, ἕως τῆς γωνίας πύλης ἵππων Ἀνατολῆς, Ἁγίασμα Κυρίῳ. Σποδίαν καλεῖ τὸν τόπον ἔνθα ἔῤῥιπτον τῶν θυσιῶν τὴν κόνιν· φαγαρὶμ δὲ τοὺς τόπους τῶν θυομένων κρεῶν· εἰρηκὼς δὲ ἄνω τὸν κύκλον τῆς πόλεως, ἐν τούτοις ἔδειξε τοῦ θείου νεὼ τὸν περίβολον, «Καὶ οὐκέτι οὐ μὴ ἐκτίλῃ, καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος. Τὴν τούτων τῶν λόγων ἀμφιβολίαν ἐν τοῖς πρόσθεν διέλυσε. «Πέρας γὰρ, ἔφη, λαλήσω ἐπὶ ἔθνη καὶ βασιλείας τοῦ ἀνοικοδομεῖσθαι καὶ καταφυτεύεσθαι.» Καὶ ἐὰν στραφὲν τὸ ἔθνος ἐκεῖνο ποιήσῃ πονηρὰ, οὐ μὴ ἐπαγάγω ἐπ' αὐτὸ τὰ ἀγαθὰ ἃ ἐλάλησα. ΚΕΦΑΛ. ΛΒʹ. Καὶ ἐνταῦθα τοίνυν ἐπηγγείλατο ταῦτα· ἐπειδὴ δὲ κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐλύττησαν, καὶ καθ' ἑαυτῶν τὴν δίκην ἐκίνησαν, ἐντεῦθεν ἐφ' ἑτέραν μεταβαίνει προφητείαν, ἧς ἐδέξατο τὴν ἐνέργειαν ἐν τῷ δεκάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας. Οὗτος δὲ ἦν