Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.672
Not analysed yet
ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος. Ἐπολιορκεῖτο δὲ ὑφ' αὐτοῦ κατὰ τόνδε τὸν καιρὸν ἡ πόλις· ὁ δὲ προφήτης δεσμωτήριον ᾤκει, ἐμβεβληκότος αὐτὸν Σεδεκίου τοῦ βασιλέως, ἐπειδήπερ τῆς πόλεως τὴν ἅλωσιν προηγόρευσε, καὶ τοῦ βασιλέως καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμόν. Διὰ τοῦτο φησὶ, «τὸ δεσμωτήριον ᾤκει.» Προτάττεται δὲ ὅμως ὑπὸ τοῦ Θεοῦ πρίασθαι τὸν τοῦ ἀδελφοῦ ἀγρόν· «Σοὶ γὰρ, φησὶν, ἡ ἀγορασία προσήκει, ὡς πελάζοντι κατὰ τὴν συγγένειαν.» Ἀφίκετο δὲ πρός με καὶ ὁ τοῦτον ἀποδιδόμενος, καὶ ἐπριάμην ὡς προσετάχθην, καὶ τὴν περὶ τούτου συγγραφὴν ἐδεξάμην, πάντων παρόντων, τοῦ τε ἀποδομένου καὶ τῶν μεμαρτυρηκότων. Ταύτην δέδωκε τῷ Βαροὺχ, τὸν Θεὸν εἰρηκὼς προστεταχέναι ἐν ἀγγείῳ τοῦτο τεθεῖναι ὀστρακίνῳ, ὥστε εἰς πολλὰς διαρκέσαι ἡμέρας. Τοῦτο δὲ γενέσθαι προσέταξεν ὁ Θεὸς, καὶ δι' αὐτῶν πείθων τὸν λαὸν τῶν πραγμάτων, ὅτι ἀληθῶς ἐκ τῆς αἰχμαλωσίας ἀνακληθήσονται, καὶ τὴν πατρῴαν γῆν ἀπολήψονται. Τοῦτο γὰρ καὶ ὁ προφήτης ἔφη· ιεʹ. Ὅτι οὕτως εἶπε Κύριος παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ· Ἔτι κτηθήσονται οἰκίαι, καὶ ἀγροὶ, καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ. Τούτων δὲ οὕτως γεγενημένων, ἱκετείαν ἐγὼ, φησὶ, προσενήνοχα τῷ Δεσπότῃ, ταῦτα λέγων ὅτι, Οὐρανοῦ καὶ γῆς εἶ δημιουργὸς, καὶ πάντα ἐφορᾷς, καὶ οὐδέν σε λέληθεν, οὔτε τῶν παρόντων, οὔτε τῶν ἐσομένων· ἔχεις δὲ καὶ ἐλέου θησαυροὺς ἀμετρήτους, εἰσπράττῃ δὲ καὶ τῶν ἁμαρτημάτων εὐθύνας. Εἰ δὲ καὶ οἱ παῖδες τὴν τῶν πατέρων πονηρίαν μιμήσαιντο, μείζους αὐτοῖς τιμωρίας ἐπάγεις, ὡς τοῖς πατρῴοις μὴ παιδευθέντας κακοῖς. Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα προστεθεικὼς, καὶ τῶν ἐν Αἰγύπτῳ γεγενημένων μνημονεύσας θαυμάτων, καὶ τῶν μετὰ τὴν ἐκεῖθεν ἀπαλλαγὴν παρασχεθεισῶν δωρεῶν, καὶ μέντοι καὶ τῆς τῶν εὐεργετηθέντων ἀχαριστίας, πυνθάνεται, τί δή ποτε τῶν πολεμίων προκαθημένων, καὶ τὴν πόλιν πολιορκούντων, καὶ τῶν ἔνδον ὑπὸ τοῦ λιμοῦ καὶ λοιμοῦ φθειρομένων, ἀγρόν μοι προσέταξας πρίασθαι, καὶ τὴν περὶ τούτου λαβεῖν συγγραφὴν, ἀναστάτου γιγνομένης τῆς πόλεως; Πρὸς ταῦτά φησιν ὁ Θεός· κζʹ. Ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκός· μὴ ἀπ' ἐμοῦ κρυβήσεται πᾶς λόγος; Ὁ πάντων, φησὶ, δημιουργὸς καὶ Δεσπότης, ἀγνοῆσαί τι δύναται τῶν γιγνομένων; κηʹ. Διὰ τοῦτο τάδε λέγει Κύριος· παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας Χαλδαίων, καὶ εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν. Εἶτα λέγει ὅπως εἰσελθόντες ἐμπρήσουσιν αὐτὴν, καὶ οἰκίας ἐν αἷς ἔθυον τῇ Βάαλ, καὶ ἔσπενδον σπονδὰς θεοῖς ἑτέροις. Ἐλέγχει καὶ τὸν τῶν γιγνομένων σκοπὸν.