Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.673
Not analysed yet
»Πρὸς τὸ παραπικράναι με.» Παραδίδωμι δὲ, φησὶ, τὴν πόλιν διὰ τὴν τῶν οἰκητόρων παρανομίαν. Ἀεὶ γάρ με παροξύναντες διετέλεσαν, ἀφ' ἧς ἡμέρας ᾠκοδόμησα αὐτὴν, ἕως τῆς ἡμέρας ταύτης. Οὗ δὴ χάριν ἐδοκίμασα ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου, περὶ πάσης τῆς κακίας τῶν υἱῶν Ἰσραὴλ, καὶ υἱῶν Ἰούδα. Ὁμοθυμαδὸν γὰρ καὶ οἱ βασιλεῖς, καὶ οἱ ἱερεῖς, καὶ οἱ ἄρχοντες, καὶ οἱ τὰ ψευδῆ προφητεύοντες, σὺν παντὶ τῷ λαῷ, ἐπέστρεψαν ἐπ' ἐμὲ νῶτον, καὶ οὐ πρόσωπον· ἐμὲ γὰρ καταλιπόντες, τοῖς εἰδώλοις ἐλάτρευον. Διδάσκει δὲ καὶ ὁ μακάριος Ἐζεκιὴλ, ὡς τὰ νῶτα τῷ ναῷ διδόντες, προσεκύνουν τὸν ἥλιον· ἐγὼ δὲ, φησὶν, οὐ διέλιπον διὰ τῶν προφητῶν ἐκπαιδεύων αὐτοὺς τὴν ἀλήθειαν. Αὐτοῖς δὲ οὐκ ἀπέχρησεν ἡ ἐν ταῖς οἰκίαις ἀσέβεια, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ ἀφιερωμένῳ μοι οἴκῳ ἔστησαν τὰ τῶν εἰδώλων ἰνδάλματα. λεʹ. Καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ, ἐν φάραγγι υἱοῦ Ἐννὼμ, πύργους τοὺς ἐν Γέβ. Καὶ ἐντεῦθεν δῆλον, ὡς τὸ Θαφὲθ εἰδώλου ἦν ὄνομα. Τὸ γὰρ Βάαλ γενικὸν ὄνομα τῶν εἰδώλων· λέγει δὲ, ὅτι ἐν τούτοις τοῖς τόποις τὴν κατὰ τῶν υἱῶν καὶ θυγατέρων ἐτόλμων μιαιφονίαν. «Διὰ τοῦτο, φησὶ, παραδέδωκα τὴν πόλιν ταύτην λιμῷ, καὶ λοιμῷ, καὶ σφαγῇ, καὶ δουλείᾳ.» Ἀλλ' ὅμως τοῖς ἀνδραποδιζομένοις μετὰ τὸν ὡρισμένον χρόνον ἐλευθερίας μεταδώσω, καὶ εἰς τὴν πατρῴαν ἐπανάξω γῆν, καὶ τῆς προτέρας αὐτοὺς ἀξιώσω κηδεμονίας. Τὸ δέ· λθʹ. Καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν, καὶ ὁδὸν ἑτέραν, ὥστε φοβεῖσθαί με πάσας τὰς ἡμέρας, οὕτω νοητέον, ὅτι διὰ τῆς παιδείας, καὶ διὰ τῆς μετὰ ταῦτα ἐλευθερίας, γνώσονταί με μόνον ὄντα Θεὸν, καὶ τῆς προτέρας ἀπαλλαγήσονται πλάνης. μʹ. Καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰώνιον, ἣν οὐκ ἀποστρέψω ὄπισθεν αὐτῶν. Ἔτυχον ἂν καὶ ταύτης τῆς ἐπαγγελίας, εἴπερ ἠθέλησαν· αὐτοὶ δὲ ἀποστάντες τῆς χάριτος ἐγυμνώθησαν. Ταῦτα δὲ, καὶ τὰ τούτοις ὅμοια, διὰ πλειόνων εἰπὼν, ἐπήγαγε· μγʹ, μδʹ. Καὶ κτηθήσονται ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις ὅτι ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, καὶ παραδοθήσεται ἐν χειρὶ Χαλδαίων. Καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γραφήσονται ἐν βιβλίῳ, καὶ σφραγισθήσεται. Ταῦτα πρὸς τὴν πεῦσιν ἀπεκρίνατο τοῦ προφήτου· διδάσκων ὡς τούτου χάριν αὐτῷ προσέταξε πρίασθαι τὸν ἀγρὸν, ἵνα καὶ διὰ τῶν πραγμάτων δείξῃ τῆς προφητείας τὸ ἀληθές. «Ὠνήσονται γὰρ, φησὶν, ἀγρούς· καὶ ἐν γῇ Βενιαμὴν, καὶ κυκλόθεν Ἱερουσαλὴμ, καὶ ἐν πόλεσιν Ἰούδα, καὶ ἐν πόλεσι τοῦ