Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.676
Not analysed yet
ὄρους, καὶ ἐν πόλεσι τῆς Σεφιλὰ, καὶ ἐν πόλεσι τῆς Ναγέβ.» Σεφιλὰ τὴν πεδιάδα καλεῖ· Ναγὲβ τὴν μεσημβρίαν. ΚΕΦΑΛ. ΛΓʹ. Εἶτα πάλιν ἑτέραν ἀποκάλυψιν, ἔτι τὸ δεσμωτήριον οἰκῶν, ὁ προφήτης ὁρᾷ. Καί φησι πρὸς αὐτὸν ὁ Θεός· γʹ. Κάλεσον πρός με, καὶ ἐπακούσομαί σου, καὶ ἀναγγελῶ σοι μεγάλα καὶ ἰσχυρὰ, ἃ οὐκ ἔγνως. Καὶ δείξας τὴν πολιορκίαν, προλέγει καὶ τὴν ἐλευθερίαν. ϛʹ. Ἰδοὺ γὰρ ἐγὼ ἐπάγω ἐπ' αὐτὴν συνούλωσιν καὶ ἴαμα, καὶ ἰατρεύσω αὐτούς. Ἡ συνούλωσις τὴν τελείαν ἴασιν δηλοῖ. Εἶτα διδάσκει ὅπως τὴν ἐπάνοδον ὁρῶντα τὰ ἔθνη ὑμνήσει τῆς ἐλευθερίας τὸν χορηγόν· καὶ οἱ μὲν καλοκἀγαθίᾳ συζῶντες, θαυμάσουσιν· οἱ δὲ πονηρίαν ἀσπαζόμενοι πικρανθήσονται, ὁρῶντες ἐν εὐπραξίᾳ τὴν πόλιν, καὶ τὰς θείας ἑορτὰς ἐπιτελουμένας συνήθως. ιεʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνατελῶ κέρας τῷ Δαβὶδ, ἀνατολὴν δικαίαν· καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐν τῇ γῇ. Καὶ ἤδη προειρήκαμεν, ὡς τυπικῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ ταῦτα τετύχηκε πέρατος, ἀκριβῶς δὲ τὴν τῆς προφητείας ἀλήθειαν ὁ Δεσπότης ἡμᾶς ἐδίδαξεν. ϛʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις σωθήσεται Ἰουδαία, καὶ Ἱερουσαλὴμ κατασκηνώσει πεποιθυῖα· καὶ τοῦτο τὸ ὄνομα ὃ κληθήσεται, Κύριος δικαιοσύνη ἡμῶν. Τοῦτο τὸ ὄνομα καὶ ἐν τοῖς πρόσθεν ἐντέθεικε, τῇ τῶν Ἑβραίων αὐτὴν καλέσας φωνῇ Ἰωσεδέκ. ιζʹ. Ὅτι τάδε λέγει Κύριος· Οὐκ ἐξολοθρευθήσεται τῷ Δαβὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ. Τοῦτο καὶ ὁ πατριάρχης προσείρηκεν Ἰακώβ· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ἀλλὰ μετὰ τὸν Ζοροβάβελ οὐκ ἴσμεν ἡγεμονεύσαντά τινα ἐκ τῆς Ἰούδα φυλῆς. Εὑρίσκομεν δὲ ὅμως τὴν τῆς προφητείας ἀλήθειαν· τῆς γὰρ βασιλικῆς καὶ τῆς ἱερατικῆς ἐπιμιξία ἐγένετο· οἱ δὲ ἱερεῖς ἦρχον ἕως Ἡρώδου τοῦ ἀλλοφύλου. Διὰ τοῦτο καὶ ἡ παροῦσα προφητεία τοῖς περὶ τοῦ Δαβὶδ τὰ περὶ τῶν ἱερέων συνάπτει. ιηʹ. Περὶ τῶν ἱερέων, φησὶ, καὶ Λευϊτῶν, οὐκ ἐξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου ἀναφέρων ὁλοκαυτώματα, καὶ θυμιῶν δῶρον, καὶ ποιῶν θυσίαν πάσας τὰς ἡμέρας. Καὶ ταύτης