Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.677
Not analysed yet
δὲ τῆς προφητείας ὁρῶμεν τὴν ἔκβασιν. Τῆς γὰρ Καινῆς Διαθήκης κατὰ τὴν θείαν δοθείσης ἐπαγγελίαν, ἐδόθη καὶ ἱερωσύνη κατὰ τὴν τάξιν Μελχισεδέκ· καὶ οἱ ταύτης ἠξιωμένοι, τὴν λογικὴν θυσίαν ἐνδελεχῶς προσφέρουσι τῷ Θεῷ. Εἶτα λέγει· Ὡς ἀδύνατόν ἐστιν ἡμέραν νύκτα γενέσθαι, καὶ τὴν νύκτα ἡμέραν, οὕτως οὐχ οἷόν τε τὴν Δαβιτικὴν καταλυθῆναι βασιλείαν. Καὶ ταύτης δὲ τῆς προφητείας δῆλόν ἐστι τὸ τέλος· ὁ γὰρ ἐκ Δαβὶδ κατὰ σάρκα Χριστὸς, οὐ τὸν κάτω θρόνον ἔχει· ἀλλὰ, τῷ Πατρὶ συνεδρεύων, ἰθύνει τὰ σύμπαντα. Καὶ μέντοι καὶ περὶ τῶν ἱερέων καὶ τῶν Λευϊτῶν ταὐτὸ τοῦτο λέγει, ὡς τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ τῇ ψάμμῳ τῆς θαλάσσης, τὸ τούτων παραβληθήσεται γένος. Καὶ μαρτυρεῖ τοῖς λεγομένοις τὰ πράγματα. Ἅπασα γὰρ γῆ καὶ θάλαττα πλήρεις ἀρχιερέων, καὶ τῶν τὴν Λευϊτικὴν λειτουργίαν πληρούντων διακόνων. Εἰρηκὼς δὲ καὶ τὰ παρὰ τῶν δυσσεβῶν λεγόμενα, ὅτι τὰς δύο φυλὰς, ἃς ἐξελέξατο, τήν τε βασιλικὴν καὶ τὴν ἱερατικὴν, ἀπώσατο παντελῶς, ὑπέσχετο πάλιν ἅπερ ἤδη προείρηκεν. ΚΕΦΑΛ. ΛΔʹ. Οὕτω ταύτην συμπεράνας τὴν προφητείαν, ἐφ' ἑτέραν μεταβαίνει· καὶ τῶν πολεμίων προσκαθημένων, εἰπεῖν κελεύεται Σεδεκίᾳ τῷ βασιλεῖ, καὶ ὅτι Ἁλώσεται ἡ πόλις, καὶ ἐμπρησθήσεται· καί σε λαβόντες τῷ Βαβυλωνίων προσάξουσι βασιλεῖ· ἀλλὰ τὸν μὲν θάνατον διαφεύξῃ, αἰχμάλωτος δὲ ἀπαχθεὶς, τὴν ἀλλοτρίαν οἰκήσεις, καὶ ἐν εἰρήνῃ δέξῃ τοῦ βίου τὸ πέρας, καὶ τῶν νομιζομένων παρὰ τῶν προσηκόντων ἀξιωθήσῃ. Καὶ ταῦτα, φησὶν, εἶπον τῷ βασιλεῖ, τῶν πολεμίων οὐ μόνον τὴν Ἱερουσαλὴμ, ἀλλὰ καὶ τὰς ὑπολοίπους τῆς Ἰουδαίας πόλεις πολιορκούντων. Ταύτῃ δὲ συνάπτει τῇ προφητείᾳ καὶ ἑτέραν, ταύτην ἔχουσαν τὴν διάνοιαν· Ὁ Σεδεκίας προσέταξε κατὰ τὸν θεῖον νόμον ἐλευθέρους ἀφεθῆναι τοὺς Ἑβραίους οἰκέτας· ὁ γὰρ νόμος σαφῶς διηγόρευσεν, ἓξ μὲν ἔτη τούτους δουλεῦσαι, τῷ δὲ ἑβδόμῳ ἔτει τῆς ἐλευθερίας τυχεῖν. Ὑπακούσαντες δὲ ἅπαντες, καὶ τὴν ἐλευθερίαν μεταδόντες, πάλιν αὐτοὺς εἰς τὴν προτέραν εἵλκυσαν δουλείαν, κακῇ μεταμελείᾳ χρησάμενοι. Ἀγανακτήσας τοίνυν ὁ τῶν ὅλων Θεὸς, ἀναμιμνήσκει μὲν τῆς ἐν Αἰγύπτῳ δουλείας, καὶ τῆς γεγενημένης ἐλευθερίας, καὶ τῆς μετὰ ταῦτα δεδομένης νομοθεσίας· ἐπιμέμφεται δὲ, ὡς ἀγαπήσασι μὲν τοῦ νόμου τὴν φυλακὴν, μεταμεληθεῖσι δὲ, καὶ τοῦτον πατήσασιν. ιεʹ. Ἐπιστρέψαντες γὰρ, φησὶ, ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου, τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὑτοῦ· καὶ συνετελέσατε διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτῷ. Ἔνδον γὰρ ἐν