Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.680
Not analysed yet
τῷ ἀφιερωμένῳ μοι οἴκῳ, ἐμοῦ παρόντος τὰς συνθήκας ποιησάμενοι τῆς ἀφέσεως, παραυτίκα ταύτας παρέβησαν. Ἐπειδὴ τοίνυν οὐκ ἐβουλήθητε ποιήσασθαι τὴν ἄφεσιν· «Ἰδοὺ ἐγὼ καλῶ ὑμῖν ἄφεσιν, φησὶ Κύριος, εἰς τὴν μάχαιραν, καὶ εἰς τὸν θάνατον, καὶ εἰς τὸν λιμόν. Καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς.» Ἐλέγχει δὲ καὶ τὴν τοῦ ὅρκου παράβασιν. ιηʹ, ιθʹ. Καὶ δώσω τοὺς ἀνθρώπους τοὺς παρεληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τοὺς λόγους τῆς διαθήκης μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν εἰς δύο, καὶ διῆλθον διὰ μέσου τῶν διχοτομημάτων αὐτοῦ, τοὺς ἄρχοντας Ἰούδα, καὶ τοὺς ἄρχοντας Ἱερουσαλὴμ, τοὺς δυνατοὺς, καὶ τοὺς ἱερεῖς, καὶ πάντα τὸν λαὸν τῆς γῆς, τοὺς διελθόντας ἀνὰ μέσον τῶν διχοτομημάτων τοῦ μόσχου. Οὕτως εἰώθεισαν ὀμνύναι κατὰ τὸ παλαιόυ. Ἀμέλει καὶ ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν Ἀβραὰμ τὰς συνθήκας ποιούμενος, κριὸν τριετῆ, καὶ μόσχον, καὶ τράγον, ὁμοχρόνους διχοτομηθῆναι κελεύσας, καὶ τὰ τμήματα ἀντιπρόσωπα τεθεῖναι ἀλλήλοις, κλίβανον καπνιζόμενον, καὶ λαμπάδας πυρὸς, ἀνὰ μέσον τῶν διχοτομημάτων πεποίηκε διελθεῖν, κατὰ τὸ κρατοῦν ἔθος τὰς πρὸς αὐτὸν συνθήκας ποιούμενος· τοῦτο καὶ οὗτοι δεδράκασι, τὰς περὶ τῆς ἐλευθερίας τῶν Ἑβραίων οἰκετῶν ἐπαγγελίας ποιούμενοι, καὶ ὅρκῳ τὴν ἐλευθερίαν βεβαιῶσαι βουλόμενοι· ἀλλὰ τοῦτον παραυτίκα παρέβησαν. Διάτοι τοῦτο ἀπειλεῖ παραδώσειν αὐτοὺς τοῖς ἐχθροῖς, καὶ τὰ σώματα αὐτῶν βορὰν τοῖς θηρίοις προθήσειν· καὶ τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν ἐπιθήσειν τὸν τῆς δουλείας ζυγόν. ΚΕΦΑΛ. ΛΕʹ. Ταύτην συμπεράνας τὴν προφητείαν, πρεσβυτέρας ἀναμιμνήσκει προῤῥήσεως. Ἐν γὰρ ταῖς ἡμέραις Ἰωακεὶμ, υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, τοὺς υἱοὺς Ῥηχὰβ εἰς τὸν θεῖον ναὸν εἰσαγαγεῖν προσετάχθη, καὶ ἐν μιᾷ τῶν αὐλῶν οἶνον τούτοις προσενεγκεῖν. Ἐγὼ δὲ, φησὶ, τὸ προσταχθὲν πεπλήρωκα, καὶ κεράμια οἴνου πλήρη προτεθεικὼς, παρηγγύων πιεῖν. Ἀντέλεγον δὲ ἐκεῖνοι, λέγοντες· Οὐ μὴ πίωμεν οἶνον· ὅτι Ἰωναδὰβ υἱὸς Ῥηχὰβ, ὁ πατὴρ ἡμῶν, ἐνετείλατο ἡμῖν, εἰπών· Οὐ μὴ πίητε οἶνον ὑμεῖς, καὶ οἱ υἱοὶ ὑμῶν, ἕως τοῦ αἰῶνος. (ζʹ) Καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε, καὶ σπέρμα μὴ σπείρητε, καὶ ἀμπελῶνας μὴ φυτεύσητε, μηδὲ ἔστω ὑμῖν· ἀλλ' ἐν σκηναῖς κατοικήσετε πάσας τὰς ἡμέρας ὑμῶν· ὅπως ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφ' ἧς ὑμεῖς διατρίβετε ἐπ' αὐτῆς. Τούτων δὲ, φησὶν, ἡμεῖς τῶν λόγων ἀκούσαντες, τὰς πατρῴας ἐφυλάξαμεν ἐντολὰς, σὺν ταῖς γυναιξὶ καὶ τοῖς υἱέσι· καὶ οὔτε οἰκίας