Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.681
Not analysed yet
ἐδειμάμεθα, οὔτε γεωργίας ἐπεμελήθημεν· ἀλλ' ἐν σκηναῖς οἰκοῦντες μέχρι τοῦ παρόντος διετελέσαμεν· νῦν δὲ τῶν Βαβυλωνίων ἐπελθόντων, εἰς τήνδε τὴν πόλιν καταφυγεῖν ἠναγκάσθημεν. Θαυμάσαι δὲ ἄξιον καὶ τοῦ πατρὸς τὴν νομοθεσίαν, καὶ τῶν υἱῶν καὶ τῶν ἀπογόνων τὴν εὐπείθειαν· τὸν γὰρ ἀφρόντιδα καὶ ἀκτήμονα βίον ἠγάπησαν, καὶ τὸ πάντων παραδοξότατον, ὅτι παῖδας ἔχοντες ὠλιγώρουν τῆς κτήσεως, τῆς θείας ἐλπίδος τὸ κατὰ σφᾶς αὐτοὺς ἐξαρτήσαντες. Εἰ δὲ κατὰ τὸν τοῦ νόμου καιρὸν, ὃς οὐκ εἶχε τὴν τελειότητα, διὰ τὴν τῶν νομοθετουμένων ἀσθένειαν, τὴν ἄκραν οὗτοι φιλοσοφίαν ἠσπάσαντο, τίνες ἂν ἐγένοντο τὸν εὐαγγελικὸν ἀκούσαντες νόμον; Ἀλλ' ὁ τῶν ὅλων Θεὸς κελεύει τῷ προφήτῃ, ἅπασιν εἰπεῖν τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσιν, ὅτι Οὗτοι μὲν τὴν τοῦ πατρὸς φυλάττοντες ἐντολὴν, πιεῖν οὐκ ἠθέλησαν οἶνον· ὑμεῖς δὲ, καὶ προφητικὰς διδασκαλίας νύκτωρ καὶ μεθ' ἡμέραν δεχόμενοι, κατὰ τοὺς ἐμοὺς οὐ πολιτεύεσθε νόμους. Οὗ δὴ χάριν, ὑμῖν ἐπάξω παντοδαπὰς συμφορὰς, τοῖς δὲ τοῦ Ῥηχὰβ ἀπογόνοις, τὴν πατρῴαν φυλάξασιν ἐντολὴν, τὸ κάλλιστον τῶν ἀγαθῶν ἐπαγγέλλεται. ιθʹ. Οὐ μὴ ἐκλείψει, φησὶν, ἀνὴρ ἐκ τῶν υἱῶν Ἰωναδὰβ, υἱοῦ Ῥηχὰβ, παρεστηκὼς κατὰ πρόσωπόν μου, πάσας τὰς ἡμέρας τῆς γῆς. Ἰστέον μέντοι, ὡς ἅπας ἐκείνους φυλάττων τοὺς νόμους, υἱὸς Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ χρηματίζει. ΚΕΦΑΛ. Λϛʹ. Μετὰ ταῦτα λέγει, ὡς προσετάχθη πᾶσαν συγγράψαι τὴν προφητείαν. Κεφαλίδα δὲ βιβλίου καλεῖ τὰ εἰλήματα, οἷς μέχρι τοῦ παρόντος φίλον Ἰουδαίοις κεχρῆσθαι. Εἰκὸς γὰρ, φησὶν, ἀκριβέστερον αὐτοὺς μεμαθηκότας τὰ ἀπειληθέντα κακὰ, διὰ τῆς μεταμελείας τῆς σωτηρίας τυχεῖν· ποιεῖ δὲ τὸ προσταχθὲν ὁ προφήτης. Καὶ αὐτὸς μὲν, ὑπὸ τῆς θείας ἐνεργούμενος χάριτος, προσέφερε τοὺς χρησμούς· ἔγραφε δὲ τούτους ὁ Βαρούχ. Καὶ ἐπειδήπερ εἰς τὸν θεῖον νεὼν εἰσελθεῖν ἐκωλύετο, (καθεῖρκτο γὰρ,) τῷ Βαροὺχ παρεγγυᾷ ἀναγνῶναι τῷ λαῷ τὰ συγγεγραμμένα· καὶ συχνοῦ διελθόντος χρόνου, δημοτελοῦς ἐπιτελουμένης νηστείας, ὁ Βαροὺχ ἀνέγνω τὴν προφητείαν· εἷς δὲ τῶν ἀκουσάντων, εὐσεβέστερον κινηθεὶς, μηνύει τοῖς ἄρχουσι τὰ ἠπειλημένα κακά· οἱ δὲ τὸν Βαροὺχ μετεστείλαντο, καὶ ἀναγνῶναι προσέταξαν, καὶ δέους ἐμπλησθέντες τὸν τούτων μαθεῖν ἐσπούδασαν συγγραφέα. Ὁ δὲ Βαροὺχ ἐδίδαξεν, ὡς Ἱερεμίας ὑπὸ τῆς θείας ἐμπνεόμενος χάριτος ταῦτά μοι παρηγγύησε γράψαι. Οἱ δὲ ἄρχοντες τὸ βιβλίον ἔδοσαν τῷ βασιλικῷ γραμματεῖ· τῷ δὲ Βαροὺχ φυγεῖν παρηγγύησαν· ἐμήνυσαν δὲ τὰ συγγεγραμμένα τῷ βασιλεῖ. Ὁ δὲ ἤγαγε μὲν τὸν γραμματέα, καὶ ἀναγνῶναι κελεύει. Δυσσεβὴς δὲ ὢν, καὶ παράνομος, τὰς ἀναγινωσκομένας ἐκτέμνων σελίδας