Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.684
Not analysed yet
τῷ πυρὶ παρεδίδου· διὰ γὰρ τὴν τοῦ χειμῶνος ὥραν ἐσχάρα παρέκειτο. κδʹ. Καὶ οὐκ ἐζήτησαν, φησὶ, τὸν Κύριον· οὐδὲ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ, οἱ ἀκούσαντες πάντας τοὺς λόγους τούτους. Ἀλλ' ὥσπερ τούτων τὴν ἐσχάτην ἀναλγησίαν κατηγορεῖ, οὕτως ἐπαινεῖ τὸν Ἐλναθὰν, καὶ Δαλαΐαν, καὶ Γαμαρίαν. Ὑπέθεντο γὰρ οὗτοι τῷ βασιλεῖ, μὴ κατακαῦσαι τὸ βιβλίον, καὶ οὐκ ἤκουσεν αὐτῶν. Οὐκ ἠρκέσθη δὲ τῇ τολμηθείσῃ παρανομίᾳ ὁ δυσσεβὴς βασιλεύς· ἀλλὰ τὸν Βαροὺχ καὶ τὸν Ἱερεμίαν συλληφθῆναι προσέταξεν. Ὁ δὲ τῶν ὅλων Θεὸς τῷ Ἱερεμίᾳ κελεύει ἐν ἑτέρῳ βιβλίῳ τοὺς προτέρους λόγους συγγράψαι. Ὁ μὲν γὰρ χάρτης ἐκαύθη, ὁ δὲ θεῖος νόμος μεμένηκεν ἀβλαβής. Οὕτω καὶ τοῦ ληφθέντος σώματος πεπονθότος, ὁ Λόγος μεμένηκεν ἀπαθής· εἰπεῖν δὲ ὁ προφήτης καὶ τῷ Ἰωακεὶμ ἐκελεύσθη ταῦτα. κθʹ, λʹ. Τάδε λέγει Κύριος, Σὺ κατέκαυσας τὸ βιβλίον τοῦτο εἰπὼν, Διατί ἔγραψας ἐπ' αὐτῷ λέγων, ὅτι Εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος, καὶ διαφθερεῖ τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἀπ' αὐτῆς ἄνθρωπος καὶ κτῆνος. Διὰ τοῦτο οὕτως εἶπε Κύριος ἐπὶ Ἰωακεὶμ βασιλέα Ἰούδα, Οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαβὶδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐῤῥιμμένον ἐν τῷ καύματι τῆς ἡμέρας, καὶ ἐν τῷ παγετῷ τῆς νυκτός. Ἀψευδὴς ἡ προφητεία. Εἰ γὰρ καὶ ἐβασίλευσεν Ἰεχονίας ὁ υἱὸς αὐτοῦ, ἀλλὰ μετὰ τρεῖς μῆνας ἀπήχθη αἰχμάλωτος. Ἀπειλεῖ δὲ αὐτῷ καὶ παντὶ τῷ οἴκῳ τὸν ὄλεθρον, καὶ τῇ πόλει τὴν ἐρημίαν, καὶ τῷ λαῷ τὰ προῤῥηθέντα κακά. Πεπλήρωκε δὲ πάλιν τὸ προσταχθὲν ὁ προφήτης, καὶ γέγραφε πάλιν τὴν προφητείαν, τοῦ Βαροὺχ ὑπουργήσαντος. «Καὶ προσετέθησαν, φησὶν, ἔτι ἐν αὐτῷ λόγοι πλείονες ἢ οὗτοι.» Ἐπειδὴ γὰρ ἐχαλέπηνεν ὁ δυσσεβὴς βασιλεὺς ἀκούσας τῶν ἀπειλῶν, πολλαπλασίως γενέσθαι ταύτας προσέταξεν ὁ Δεσπότης. Ἡμεῖς δὲ, παρακαλῶ, καὶ τὰς θείας δείσωμεν ἀπειλὰς, καὶ ταῖς ἀγαθαῖς πιστεύσωμεν ὑποσχέσεσιν, καὶ ἀξίως περιπατήσωμεν τῆς κλήσεως, ἧς ἐκλήθημεν, ἵνα καὶ τῶν ἀπειλῶν τὴν πεῖραν ἐκφύγωμεν, καὶ ὑπισχνουμένων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.