Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.685
Not analysed yet
ΤΟΜΟΣ Ηʹ. ΚΕΦΑΛ. ΛΖʹ. Μέλλων ὁ θεσπέσιος προφήτης τὰ κατὰ τὴν ἅλωσιν ἐξηγεῖσθαι τῆς πόλεως, διδάσκει πρῶτον ποίαν ἄγων ἡλικίαν ἤρξατο τῆς βασιλείας ὁ Σεδεκίας, καὶ πόσον ἐβασίλευσε χρόνον· καὶ ὅτι κατὰ τὸν τῆς πολιορκίας καιρὸν, τὰς κατ' αὐτοῦ καὶ τῆς πόλεως εἰρημένας ὑπὸ τοῦ προφήτου προῤῥήσεις μαθὼν, ἀποστείλας τινὰς παρεκάλεσεν αὐτὸν τὰς ὑπὲρ αὐτοῦ πρεσβείας προσενεγκεῖν τῷ Θεῷ· κατ' ἐκεῖνον δὲ τὸν καιρὸν οὐ δεσμωτήριον ᾤκει, ἀλλ' ἀδεῶς ἐν τῇ πόλει διῆγε. Τῶν δὲ Βαβυλωνίων πολιορκούντων τὴν πόλιν, ἧκον εἰς ἐπικουρίαν τῶν Ἰουδαίων οἱ Αἰγύπτιοι, δηλονότι τοῦ βασιλέως εἰς συμμαχίαν αὐτοὺς καλέσαντος. Τοῦτο δὲ μαθόντες Χαλδαῖοι, τῆς πολιορκίας ἀπέστησαν. Ὁ τοίνυν Δεσπότης Θεὸς τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν εἰπεῖν παρηγγύησε τῷ προφήτῃ, μήτε τῇ τῶν Αἰγυπτίων ἐπικουρίᾳ θαῤῥῆσαι, μήτε τῶν Χαλδαίων καταφρονῆσαι· οἱ γὰρ Αἰγύπτιοι καταλήψονται τὴν ἐνεγκοῦσαν ὡς τάχιστα, καὶ οἱ Χαλδαῖοι πάλιν ἀναστρέψαντες, καὶ πολιορκήσουσι τὴν πόλιν, καὶ πυρὶ παραδώσουσι. Καὶ διδάσκων, ὡς αὐτὸς κατ' αὐτῶν τὴν ψῆφον ἐξήνεγκεν, ἐπιφέρει καὶ ταῦτα· ιʹ. Ἀλλ' ἐὰν πατάξητε πᾶσαν τὴν δύναμιν τῶν Χαλδαίων τῶν πολεμούντων ὑμᾶς, καὶ καταλειφθῶσί τινες ἐκκεκεντημένοι ἄνδρες ἐν αὐτοῖς, ἕκαστος ἐν τῇ σκηνῇ αὑτοῦ, οὗτοι ἀναστήσονται, καὶ κατακαύσουσι τὴν πόλιν ταύτην ἐν πυρί. Μὴ γὰρ δὴ νομίσητε τὴν τῶν Χαλδαίων ῥώμην περιγίγνεσθαι. Ἀρκοῦσι γὰρ εἰς ὑμετέραν πανολεθρίαν καὶ ὀλίγοι τραυματίαι, δι' ἀσθένειαν καταλειφθέντες ἐν ταῖς σκηναῖς· ἀσθενεῖς γὰρ ὑμᾶς ἡ ἁμαρτία πεποίηκεν. Εἶτα διδάσκει, ὡς ἀνακωχῆς τινος αὐτοῖς γενομένης διὰ τὴν τῶν Χαλδαίων ὑποχώρησιν, αὐτὸς μὲν πρὸς τοὺς οἰκείους αὑτοῦ ἐξελήλυθε, πρίασθαι ἄρτους βουλόμενος· Σερουΐα δέ τις ὑποπτεύσας αὐτὸν πρὸς τοὺς πολεμίους πεφευγέναι, εἰσήγγειλε παρὰ τοῖς ἄρχουσιν· οἱ δὲ ἀκούσαντες καθεῖρξαν αὐτὸν, οὐκ εἰς τὴν δημοσίαν εἱρκτὴν, «ἐπεπλήρωτο γὰρ, φησὶν, ἐκείνη,» ἀλλ' εἰς τὸν οἶκον Ἰωνάθαν τοῦ γραμματέως· συχνῶν δὲ διελθουσῶν ἡμερῶν, μεταπέμπεται μὲν αὐτὸν κρύβδην ὁ Σεδεκίας, καὶ ἔρεται, εἰ ἔστι λόγος παρὰ Κυρίου· ὁ δὲ προφήτης αὐτῷ προλέγει τὴν ἅλωσιν· μετὰ δὲ τὴν πρόῤῥησιν, αἰτιᾶται τὴν εἰς αὐτὸν γεγενημένην ἀδικίαν. ιηʹ, ιθʹ. Τί γὰρ, φησὶν, ἠδίκησά σε, καὶ τοὺς