Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.688
Not analysed yet
παῖδάς σου, ὅτι ἐδώκατέ με εἰς τὸν οἶκον τῆς φυλακῆς· Καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν, λέγοντες· Οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐφ' ὑμᾶς ἐπὶ τὴν γῆν ταύτην; Τῶν πραγμάτων, φησὶ, δειξαμένων τὴν τῆς ἐμῆς προφητείας ἀλήθειαν, τῶν δὲ ὑμετέρων προφητῶν τὴν ψευδολογίαν, ἔδει κρίναι δικαίως, καὶ τοὺς ψευδομένους ἀπαιτῆσαι δίκας, οὐ τὸν τὰ ἀληθῆ προμηνύσαντα. Εἶτα παρακαλεῖ τῆς οἰκίας ἀπαλλαγῆναι τοῦ γραμματέως. Ὁ δὲ Σεδεκίας ἐκεῖθεν μὲν αὐτὸν ἐξήγαγεν, εἰς δὲ τὸ δημόσιον αὐτὸν ἐξέπεμψε δεσμωτήριον, καὶ ἄρτον ἕνα καθ' ἑκάστην ἡμέραν χορηγηθῆναι προσέταξεν. ΚΕΦΑΛ. ΛΗʹ. Τινὲς μέντοι τῶν ἀρχόντων δυσχεράναντες τὰς κατὰ τῆς πόλεως γεγενημένας ὑπὸ τοῦ προφήτου προῤῥήσεις· (ἔλεγε γὰρ τοὺς μὲν αὐτομολοῦντας πρὸς τοὺς Χαλδαίους σωτηρίας ἀπολαύσεσθαι, τοὺς δέ γε τῆς πολιορκίας ἀνεχομένους ὀλέθρῳ παραδοθήσεσθαι), παροξύνουσι κατὰ τοῦ προφήτου τὸν βασιλέα, φήσαντες αὐτὸν χαυνοῦν τῶν πολεμεῖν δυναμένων τὴν προθυμίαν ταῖς τοιαύταις χρησμολογίαις. Ὁ δὲ ἀνόητος βασιλεὺς τοῖς εἰσαγγείλασι τὸν προφήτην ἐξέδωκεν· οἱ δὲ τὴν ἐξουσίαν λαβόντες, ἐχρήσαντο κατ' αὐτοῦ τῷ θυμῷ, καὶ καθῆκαν αὐτὸν εἰς λάκκον δυσώδη βόρβορον ἔχοντα. Καὶ Ἰουδαίων μὲν οὐδεὶς ἐπεκούρησε τῷ προφήτῃ, τοιαύτας ὑπὲρ τῶν θείων λογίων ἀπαιτουμένῳ δίκας. Ἀβδεμέλεχ δὲ ὁ εὐνοῦχος, ἀνὴρ Αἰθίοψ, ἐπιμέμφεται τῷ βασιλεῖ, καὶ μετὰ παῤῥησίας βοᾷ· (θʹ.) «Ἐπονηρεύσω ὡς ἐποίησας ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦ Θεοῦ ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει.» Δεξάμενος δὲ τὸν ἔλεγχον ὁ Σεδεκίας τὸν Ἀβδεμέλεχ ὑπουργὸν ποιεῖται τῆς τοῦ προφήτου σωτηρίας. Ὁ δὲ συνεργοὺς ἑτέρους λαβὼν, καὶ παλαιὰ ῥάκη τῷ προφήτῃ ῥίψας, καὶ ταῦτα ταῖς μασχάλαις ὑπὸ τὸ σχοινίον θεῖναι κελεύσας ἀνείλκυσεν αὐτὸν ἐκ τοῦ λάκκου Χερέθ. Χερὲθ δὲ τὸν λάκκον καλεῖ. Ἀναχθέντα δὲ αὐτὸν, καὶ τὸ δεσμωτήριον οἰκοῦντα, πάλιν ὁ βασιλεὺς μετεπέμψατο, καὶ εἰσήγαγε πρὸς αὐτὸν εἰς τὴν οἰκίαν Ἀσαλισαὴλ, «τὴν ἐν οἴκῳ Κυρίου.» Ὁ δὲ Σύρος τοῦτο «ἔσω τριόδων» ἡρμήνευσεν· ἀξιοῖ δὲ τὸν προφήτην θεῖον αὐτῷ μηνύσαι λόγον, καὶ τ' ἀληθὲς μὴ κρύψαι. Ὁ δὲ προφήτης φησίν· ιεʹ. Ἐὰν ἀναγγελῶ σοι, οὐχὶ θανατώσεις με; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου. Καὶ γὰρ ὡς προφήτης ᾔδει τὰ γενησόμενα, καὶ τὴν πεῖραν εἶχε διδάσκαλον. Τοῦ δὲ βασιλέως ὀμωμοκότος ἦν μὴν αὐτὸν μὴ παραδώσειν τοῖς δυσσεβέσιν, εἶπε πάλιν.