Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.689
Not analysed yet
ιζʹ, ιηʹ. Ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνα βασιλέως Βαβυλῶνος, ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρὶ, καὶ ζήσεις σὺ καὶ ὁ οἶκός σου. Ἐὰν δὲ μὴ ἐξέλθῃς σὺ πρὸς τοὺς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας Χαλδαίων, καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ, καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτῶν. Ταῦτα πολλάκις προείρηκεν· ἀναγκαῖον δὲ ζητῆσαι, τί δήποτε ἐξιοῦσι μὲν ὑπισχνεῖται τὴν σωτηρίαν, μὴ ἐξιοῦσι δὲ τὸν ὄλεθρον ἀπειλεῖ. Ὅρκους ὁ Σεδεκίας ἐδεδώκει τῷ Ναβουχοδονόσορ, ἡνίκα αὐτὸν προυβάλετο εἰς βασιλέα, ὡς τὸν φόρον τελέσει, καὶ εὔνοιαν περὶ τὸν κεχειροτονηκότα φυλάξει· ὀλίγου δὲ χρόνου διελθόντος, παραβὰς τὰ συγκείμενα, οὔτε τὸν δασμὸν ἐτέλεσε, καὶ πρὸς Αἰγυπτίους κατέφυγεν. Ὁ Δεσπότης τοίνυν Θεὸς, ἐπειδὴ οὐ κατ' εἰδώλων ἀψύχων τοὺς ὅρκους ἐποιήσατο, ἀλλὰ κατ' αὐτοῦ τοῦ τῶν ὅλων Δημιουργοῦ, καὶ τούτους παραβῆναι τετόλμηκεν, ἐξελθεῖν κελεύει πρὸς τοὺς Χαλδαίους, καὶ ταύτῃ θεραπεῦσαι τὴν τῶν ὅρκων παράβασιν· ὁ μέντοι Σεδεκίας τῷ προφήτῃ φησίν· ιθʹ. Ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν προσπεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονται μου. Δέδια, φησὶ, μὴ τοῖς αὐτομόλοις καταγέλαστος γένωμαι· ἀλλ' ὅμως πάλιν αὐτὸς ὁ προφήτης προτρέπει, καὶ ἀπειθοῦντι προσφέρει τὴν ἀπειλήν. κβʹ. Ἰδοὺ γὰρ, φησὶ, πᾶσαι αἱ γυναῖκες, αἱ καταλειφθεῖσαι ἐν οἴκῳ βασιλέως Ἰούδα, ἐξάγονται πρὸς τοὺς ἄρχοντας βασιλείας Βαβυλῶνος, καὶ αὗται λέγουσιν. Ἠπάτησάν σε, καὶ ἠδυνήθησάν σοι ἄνδρες εἰρηνικοί σου, καὶ κατισχύσουσί σου ἐν ὀλισθήματι ποδός σου. Δέδιας, φησὶ, μὴ τοῖς αὐτομόλοις ἐπίχαρτος γένῃ· ὄψῃ μετὰ ταῦτα τῆς πόλεως ἁλούσης, ἐκ τῶν βασιλείων γυναῖκας ἑλκομένας, καὶ ἀναμιμνησκούσας σε τῆς τῶν ψευδοπροφητῶν ἀπάτης, καὶ λεγούσας, ὅτι Τούτων σοι γεγένηνται πρόξενοι οἱ τὴν εἰρήνην ὑποσχόμενοι, καὶ τῆς παρὰ σοῦ τιμῆς ἀπολαύσαντες, καὶ διὰ ταύτην σε τὴν αἰτίαν ἐκ τῶν θείων νόμων ὀλισθῆσαι παρασκευάσαντες. κγʹ. Καὶ πάσας τὰς γυναῖκάς σου, καὶ τὰ τέκνα σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους. Καὶ ἡ πόλις δὲ, φησὶν, ἐμπρησθήσεται, καὶ σὺ δορυάλωτος ἀπαχθήσῃ. Ἀλλ' ὁ ἐμβρόντητος βασιλεὺς ἀπειθῶν διετέλεσε. Τῷ μέντοι προφήτῃ παρηγγύησε, μηδενὶ τῶν ἀρχόντων μηνύσαι τὰ εἰρημένα· εἰπεῖν δὲ, ὡς Ἠντιβόλησα τὸν βασιλέα, μὴ εἰς ἐκείνην μεταπέμψαι με τὴν χαλεπωτάτην εἱρκτήν. Εἶτα διηγεῖται, ὡς ἀφίκοντο, καὶ μαθεῖν ἐπειράθησαν τὰ εἰρημένα τῷ βασιλεῖ, καὶ ὡς ἔπεισεν αὐτοὺς τὰ περὶ τοῦ δεσμωτηρίου διεξελθών.