Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.692
Not analysed yet
ΚΕΦΑΛ. ΛΘʹ. Ἐντεῦθεν λοιπὸν τὰ κατὰ τὴν ἅλωσιν διηγεῖται, καί φησι τῷ μὲν ἐννάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας τοὺς Βαβυλωνίους ἐπιστρατεῦσαι· τῷ δὲ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκίου, ἐν τῷ μηνὶ τῷ τετάρτῳ, ἐννάτῃ τοῦ μηνὸς, τὸ μὲν τεῖχος καταβληθῆναι, τοὺς δὲ πολεμίους ὁρμῆσαι κατὰ τῆς πόλεως. Τούτου δὲ γενομένου, ἀπέδραμε Σεδεκίας, καὶ οἱ ἐπὶ ῥώμῃ σεμνυνόμενοι πάντες. Καταδιώξαντες δὲ οἱ Χαλδαῖοι ἔφθασαν αὐτὸν, καὶ συνέλαβον παρὰ τὴν Ἱεριχὼ πόλιν. Ἀραβὸθ δὲ Ἱεριχὼ ἀπὸ δυσμῶν τῆς Ἱεριχὼ λέγει· «Ἀπήγαγον δὲ αὐτὸν εἰς Ῥεβλαθὰ τῆς Ἐμάθ.» Τελεῖ δὲ τοῦτο ὑπὸ τὴν Ἔμεσαν· ὡς εἶναι δῆλον, ὅτι Ἐμὰθ ἐνταῦθα τὴν Ἔμεσαν καλεῖ. «Καὶ ἐλάλησε μετ' αὐτοῦ κρίματα. Ἀντὶ τοῦ, διήλεγξε τὴν τῶν ὅρκων παράβασιν, τὴν περὶ τὸν εὐεργετηκότα, καὶ βασιλέα κεχειροτονηκότα, δύσνοιάν τε καὶ ἀχαριστίαν. Διελέγξας δὲ τὴν ἀδικίαν, ἐπιφέρει τὴν τιμωρίαν· καὶ πρῶτον μὲν, ὁρῶντος αὐτοῦ, κατασφάττει τοὺς παῖδας, καὶ πάντας τοὺς ἐν τέλει καὶ ἀξιωτάτους· οὕτω δὲ αὐτὸν κολάσας τῇ τῶν ἀνιαρῶν θεωρίᾳ, τὸ βλέπειν ἀφείλετο. Διηγεῖται δὲ ὅπως καὶ τὰ βασίλεια, καὶ τοὺς ἄλλους οἴκους ἐνέπρησαν, καὶ τοὺς τῆς πόλεως περιβόλους κατέλυσαν· τοὺς δὲ λοιποὺς ἐξηνδραπόδισε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος τοῦ βασιλέως. Ὀλίγους δέ τινας πενίᾳ συζῶντας κατέλιπε, γεωργεῖν παρακελευσάμενος· ιαʹ, ιβʹ. Καὶ ἐνετείλατο Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος περὶ Ἱερεμίου Ναβουζαρδὰν λέγων· Λάβε αὐτὸν, καὶ τοὺς ὀφθαλμούς σου θὲς ἐπ' αὐτὸν, καὶ μὴ ποιήσῃς αὐτῷ μηδὲν κακόν· ὅτι ἀλλ' ἢ καθὼς ἐὰν λαλήσῃ πρὸς σὲ, οὕτως ποιήσεις μετ' αὐτοῦ. Ηὔξησε τὴν τῶν Ἰουδαίων κατηγορίαν, καὶ Ναβουχοδονόσορ ὁ βασιλεὺς, καὶ Ἀβδεμέλεχ ὁ Αἰθίοψ. Ἀλλόφυλοι γὰρ ὄντες τὸν προφήτην ᾐδέσθησαν· Ἰουδαῖοι δὲ προφητικοῖς λόγοις ἐντεθραμμένοι, οὔτε τοῖς θείοις προσέχειν ἠβουλήθησαν λόγοις, καὶ τοὺς προφήτας παντοδαπαῖς τιμωρίαις ὑπέβαλον. Πέρας μέντοι εἴληφεν ἡ τοῦ Θεοῦ ἐπαγγελία· χειροτονήσας γὰρ τὸν προφήτην, ὑπέσχετο ἄμαχον αὐτὸν δείξειν, καὶ στύλῳ σιδηρῷ, καὶ τείχει χαλκῷ ὅμοιον, ὅτι πολεμήσουσι μὲν αὐτὸν, οὐ περιγενήσονται δέ. Ὁ μέντοι Ναβουζαρδὰν, καὶ πᾶσα ἡ τῶν ἀρχόντων συμμορία, μετεπέμψαντο τὸν Ἰερεμίαν ἐκ τῆς εἱρκτῆς, καὶ τῷ Γοδολίᾳ παρέδωκαν, ὃν ἄρχειν τῶν καταλειφθέντων ἐν τῇ Ἰουδαίᾳ προσέταξε. Συγγραφῆς δὲ ὁ προφήτης ἠξίωσε καὶ τὰ περὶ τοῦ Ἀβδεμέλεχ ὑπὸ τοῦ Θεοῦ προῤῥηθέντα, καὶ τέλους τετυχηκότα. Οὐδὲν γὰρ ἀτημέλητον, οὐδὲ ἄμισθον παρ' αὐτῷ· τότε δὲ, φησὶν, ὑπέσχετο ὁ Θεὸς ταῦτα λέγων·