Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.693
Not analysed yet
Ἰδοὺ ἐγὼ φέρω τὸν λόγον μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ, καὶ οὐκ εἰς ἀγαθά· καὶ ἔσονται κατὰ πρόσωπόν σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. (ιζʹ, ιηʹ.) Καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ Κύριος· καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας ἀνθρώπων, ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν. Ὅτι σώζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πεσῇ· καὶ ἔσται σοι ἡ ψυχή σου εἰς εὕρημα, ὅτι ἐπεποίθεις ἐπ' ἐμὲ, φησὶ Κύριος. «Ἀληθῶς μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ· καὶ ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ·» καὶ, «Μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ.» Τί γὰρ ὤνησε τὸν Σεδεκίαν ἡ βασιλεία; Τί δὲ παρέβλαψε τὸν Ἀβδεμέλεχ ἡ δουλεία; Ὁ μὲν γὰρ διὰ τὴν ἀσέβειαν ἐκεῖνα πέπονθεν ἅπαντα· ὁ δὲ διὰ τὴν εὐλάβειαν πεῖραν οὐκ ἔλαβε τῶν κακῶν. ΚΕΦΑΛ. Μʹ. Εἶτα διδάσκει ὁ προφήτης, τίνα πρὸς αὐτὸν ὁ Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος λέγει, Κύριος ὁ Θεός σου ἐχρημάτισε τὰ κακὰ ταῦτα ἐπὶ τὴν πόλιν ταύτην. (γʹ.) Καὶ ἐπήγαγε, καὶ ἐποίησε Κύριος, καθὼς ἐλάλησεν, ὅτι ἡμαρτήκατε αὐτῷ, καὶ οὐκ ἠκούσατε τῆς φωνῆς αὐτοῦ, καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο ὑμῖν. Καὶ ἐντεῦθεν δῆλον, ὡς ἐπ' εὐεργεσίᾳ τῶν ἄλλων ἐθνῶν τὸν Ἰσραὴλ ὁ Θεὸς ἐξ ἀρχῆς ἐξελέξατο· τά τε γὰρ δι' αὐτοὺς γινόμενα θαύματα κατέπληττεν ἅπαντας, καὶ σαφῶς ἐδίδασκεν, ὅτι ὁ τούτων Θεὸς μόνος ἀληθὴς Θεός· καὶ αὖ πάλιν, τὰ συμβαίνοντα αὐτοῖς λυπηρὰ, τῆς μὲν αὐτῶν κατηγόρει παρανομίας, τοῦ δὲ Θεοῦ τὴν δικαίαν ἐκήρυττε ψῆφον. Αὐτίκα τοίνυν ἔφη Ναβουζαρδὰν, καὶ τούτους δίκας ἀξίως δεδωκέναι, καὶ τὸν Θεὸν δίκαια δεδρακέναι. Εἶτα αἵρεσιν δίδωσι τῷ προφήτῃ, καὶ ὑπισχνεῖται μὲν τὴν ἐν Βαβυλῶνι θεραπείαν, εἰ ἐκείνης τὴν οἴκησιν προέλοιτο· ἐπαγγέλλεται δὲ καὶ καταλείψειν, εἰ τοῦτο προέλοιτο, καί φησιν· Ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου· ὅπου ἂν ᾖ ἀγαθὸν καὶ ἀρεστόν σοι πορευθῆναι, πορεύου. (εʹ.) Καὶ πρὶν ἢ ἀπαλλαγῶ ἐγὼ, ἀπόῤῥιψαι σὺ, καὶ ἀνάστρεψον πρὸς Γοδολίαν, υἱὸν Ἀχίκαμ, υἱοῦ Σαφὰν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ἰούδα, καὶ οἴκησον μετ' αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ σου· εἰ δὲ μὴ, εἰς πάντα τὰ καλὰ ἐν ὀφθαλμοῖς σου πορευθῆναι, πορεύου. Αὐτοκράτωρ εἶ, φησὶν, ἔξω τῆς ἐμῆς ἐξουσίας τελεῖς, ὑπὸ τὴν θείαν εἶ δεσποτείαν, τὸ δοκοῦν σοι πράττε. Τούτοις καὶ τοῖς τοιούτοις χρησάμενος λόγοις, καὶ πλεῖστα δῶρα δεδωκὼς, ἀπέλυσεν· ὁ