Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.696
Not analysed yet
μέντοι προφήτης πρὸς τὸν Γοδολίαν ἀφίκετο. Εἶτα διηγεῖται ὁ προφήτης, ὡς τῶν ἀρχόντων οἱ ἀποδράντες τὰ κατὰ τὸν Γοδολίαν μεμαθηκότες, συνέδραμον πρὸς αὐτὸν, καὶ ὡς ὅρκῳ αὐτοὺς ἔπεισεν ὁ Γοδολίας μηδὲν πείσεσθαι λυπηρὸν ὑπὸ τῶν Χαλδαίων, καὶ προέτρεψε τοὺς ἀπὸ γῆς συλλέξαι καρποὺς, καὶ μετ' εἰρήνης τῶν τῆς εἰρήνης ἀγαθῶν ἀπολαύειν. Ἐπανῆλθον δὲ καὶ οἱ πρὸς Ἰδουμαίους, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας καταφυγόντες, ἐπειδὴ τὸν Γοδολίαν ἔμαθον ἄρχοντα γεγενῆσθαι. Εἶτα διδάσκει ὡς ὁ Ἰωανὰν σὺν τοῖς ἄλλοις ἄρχουσιν ἐπιβουλήν τινα τυρευομένην ὑπὸ τοῦ Ἰσμαὴλ, ἐμήνυσε τῷ Γοδολίᾳ· μηνύσαντες δὲ οὐκ ἔπεισαν, ὡς ἀληθῆ λέγουσι· καὶ ὡς Ἰωανὰν κρύβδην ἐζήτησε κατασφάξαι τὸν Ἰσμαήλ· «Μήποτε πατάξῃ ψυχήν σου, καὶ διασκορπισθήσονται πάντες οἱ Ἰουδαῖοι οἱ συνηγμένοι πρὸς σὲ, καὶ ἀπολοῦνται οἱ ἐπίλοιποι Ἰουδαῖοι.» Ἀλλ' οὐδὲ τούτων ἀκούσας ὁ Γοδολίας ἠνέσχετο, ἀλλ' ἀπαγορεύει τὴν ἐπιχείρησιν, συκοφαντίαν τὴν κατηγορίαν καλῶν. ΚΕΦΑΛ. ΜΑʹ. Ἑπτὰ δὲ διεληλυθότων μηνῶν, ἀφίκετο πάλιν ὁ Ἰσμαήλ· ἐκ δὲ τοῦ βασιλικοῦ γένους ἐτύγχανεν ὢν, καὶ τραπέζης σὺν αὐτῷ κοινωνήσας, ἀνεῖλε τὸν Γοδολίαν, καὶ τοὺς συγκαταλειφθέντας σὺν αὐτῷ ἅπαντας, καὶ Χαλδαίους, καὶ Ἰουδαίους. Δυοῖν δὲ διελθουσῶν ἡμερῶν εʹ. Ἦλθον, φησὶν, ἄνδρες ἀπὸ Συχὲμ, καὶ ἀπὸ Σαλὴμ, καὶ ἀπὸ Σαμαρείας, ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι τοὺς πώγωνας καὶ διεῤῥωγότες τὰ ἱμάτια αὑτῶν, καὶ κοπτόμενοι· καὶ μάννα, καὶ λίβανος ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου. Τὴν Σαλὴμ Σιλὼμ καλεῖ, καὶ ὁ Ἑβραῖος, καὶ ὁ Σύρος. Διδάσκει δὲ, ὡς καὶ τούτους ἅπαντας ὁ Ἰσμαὴλ κατηκόντισε, καὶ εἰς φρέαρ τὰ τούτων ἔῤῥιψε σώματα· ἕτεροι δέ τινες δέκα περιπεσόντες, καὶ αὐτοὶ ἱκέτευσαν τὸν Ἰσμαὴλ, ἐπισχεῖν τὴν σφαγὴν, θησαυροὺς αὐτῷ τινας μηνύσειν ἐπαγγελλόμενοι. Ταῦτα δὲ ἅπαντα δεδρακὼς, τοὺς ὑπολειφθέντας ἅπαντας ᾤχετο λαβὼν, καὶ πρὸς Ἀμμωνίτας κατέφυγεν. Ὁ δὲ Ἰωανὰν σὺν τοῖς ἄλλοις ἄρχουσι, τὰ γεγενημένα μαθὼν, πλῆθος συναγαγὼν ἐπεστράτευσε τῷ Ἰσμαήλ· οἱ δὲ ὑπὸ τοῦ Ἰσμαὴλ ἐξανδραποδισθέντες, τοὺς κατ' αὐτοῦ στρατεύσαντας θεασάμενοι, ἥσθησάν τε καὶ προσεχώρησαν τούτοις· ὁ δὲ Ἰσμαὴλ σὺν ἀνδράσιν ὀκτὼ τοῖς Ἀμμωνίταις προσέφυγε· καὶ ταῦτα δὲ τοῖς Ἰουδαίοις ἡ θεία ψῆφος προσέφερεν. Ἐπειδὴ γὰρ ἐνόμισαν τοὺς πολεμίους πεφευγέναι, ταῖς ἀλλήλων παρεδόθησαν δεξιαῖς· ὁ μέντοι Ἰωανὰν, τὸ πλῆθος τούτων συναγαγὼν, εἴς τινα κώμην τῇ Βηθλεὲμ πελάζουσαν παρεγένετο, εἰς Αἴγυπτον φυγεῖν βουλόμενος· ἐδεδίει γὰρ τοὺς Χαλδαίους, διὰ τὴν τοῦ Γοδολίου σφαγήν.