Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.697
Not analysed yet
ΚΕΦΑΛ. ΜΒʹ. Κοινῇ μέντοι πάντες, οἵ τε ἄρχοντες καὶ ὁ λαὸς, τὸν προφήτην ἱκετεύουσι, ταῦτα λέγοντες· βʹ, γʹ. Πεσέτω ὁ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου, καὶ πρόσευξαι πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλοίπων τούτων, ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, ὡς οἱ ὀφθαλμοί σου βλέπουσιν ἡμᾶς. Καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ Θεός σου τὴν ὁδὸν ἣν πορευσόμεθα ἐν αὐτῇ, καὶ λόγον ὃν ποιήσωμεν. Ἀντιβολοῦσι μὲν ὀρθῶς, καὶ μαθεῖν τὸ πρακτέον ἐπιθυμοῦσιν. Ἀπειθοῦσι δὲ συνήθως, καὶ τοῖς θείοις ἀντιλέγουσι νόμοις· ὁ δέ γε προφήτης καὶ ἀντιβολήσειν ὑπισχνεῖται, καὶ μηνύσειν τὰ κελευόμενα· οἱ δὲ εἰς ἅπαντα εἴξειν ὑπέσχοντο, καὶ ὅρκῳ τὴν ἐπαγγελίαν ἐκύρωσαν. εʹ, ϛʹ. Ἔστω γὰρ, φησὶ, Κύριος ἐν ἡμῖν, εἰς μάρτυρα δίκαιον καὶ πιστὸν, ὅτι κατὰ τὸν λόγον ὃν ἐὰν ἀποστείλῃ σε Κύριος ὁ Θεὸς πρὸς ἡμᾶς οὕτω ποιήσομεν. Καὶ ἐὰν ἀγαθὸν, καὶ ἐὰν κακὸν, καὶ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτὸν, ἀκουσόμεθα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν. Τὰ μὲν ῥήματα εὐσεβείας μεστὰ, οὐ συμφωνεῖ δὲ τοῖς λόγοις τὰ πράγματα. Δέκα γὰρ διελθουσῶν ἡμερῶν τῆς ἀποκρίσεως ὁ προφήτης τετύχηκε· τὴν δὲ τῆς ἀποκρίσεως ἀναβολὴν γεγενῆσθαι νομίζω εἰς ὠφέλειαν τῶν ᾐτηκότων· ἵνα γνῶσιν ὡς μόγις ὁ Θεὸς τοῦ προφήτου τὴν ἱκετείαν ἐδέξατο. Λέγει τοίνυν αὐτὸς ὁ προφήτης, προστεταχέναι τὸν Θεὸν τῇδε γῇ προσμεῖναι. Πάσης γὰρ ὑμᾶς, φησὶν, ἀξιώσω κηδεμονίας. «Καὶ οἰκοδομήσω ὑμᾶς, καὶ οὐ μὴ καθελῶ, καὶ φυτεύσω ὑμᾶς, καὶ οὐ μὴ ἐκτίλω. Ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς, οἷς εἶπόν με ποιῆσαι ὑμῖν.» Ἐκβάλλει δὲ αὐτῶν καὶ τὸ δέος, καὶ θαῤῥεῖν παρεγγυᾷ. ιαʹ. Μὴ φοβηθῆτε γὰρ, φησὶ, ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ· ὅτι μεθ' ὑμῶν εἰμι ἐγὼ, τοῦ ἐξαιρεῖσθαι ὑμᾶς, καὶ σώζειν ὑμᾶς ἐκ χειρὸς αὐτοῦ. Ἐπαγγέλλεται δὲ καὶ τὴν τῶν γεγενημένων αἰχμαλώτων ἀνάκλησιν. Εἰ δὲ τοῖς ἐμοῖς, φησὶν, ἀντιτείνητε λόγοις, καὶ τὴν Αἴγυπτον καταλάβοιτε, ταύτῃ διαφυγεῖν τοὺς πολεμίους πειρώμενοι, ἐκεῖ τοὺς πολεμίους οὓς δεδίττετε, πέμψω. ιϛʹ. Ἔσται γὰρ, φησὶν, ἡ ῥομφαία, ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, ἐκεῖ εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου· καὶ ὁ λιμὸς δὲ πάλιν