Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.700
Not analysed yet
ὃν πεφρίκατε, ἐν ἐκείνῃ ὑμῖν ἐπισκήψει τῇ γῇ· Καὶ τὰ αὐτὰ πλατύτερον εἰρηκὼς ἐπάγει καὶ ταῦτα· ιηʹ. Καθὼς ἔσταξεν ὁ θυμός μου, καὶ ἡ ὀργή μου ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλήμ· οὕτω στάξει ὁ θυμός μου ἐφ' ὑμᾶς εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον· καὶ ἔσεσθε εἰς ἄβατον, καὶ ὑποχείριοι, καὶ εἰς ἀρὰν, καὶ εἰς ὀνειδισμὸν, καὶ οὐ μὴ ἴδητε ἔτι τὸν τόπον τοῦτον. Ἔδειξεν, ὡς ἐνῆν ἀνθρώποις ἰδεῖν τὸ τῆς δυνάμεως μέγεθος. Τὰ γὰρ ἐπενεχθέντα Ἰουδαίοις κακὰ σταγόνας ἐκάλεσε τοῦ θυμοῦ, τουτέστι τῆς τιμωρητικῆς ἐνεργείας. Εἶτα ὁ προφήτης, καὶ τῶν ὅρκων ἀναμιμνήσκει. κʹ. Ὑμεῖς γὰρ, ἀπεστείλατέ με πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, λέγοντες· Πρόσευξαι περὶ ἡμῶν, καὶ πάντα ὅσα ἂν λαλήσῃ Κύριος ὁ Θεὸς ἡμῶν, ἀνάγγειλον ἡμῖν, καὶ ποιήσομεν· καὶ ἀπήγγειλα ὑμῖν σήμερον, καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν, κατὰ πάντα ὅσα ἀπέστειλε πρὸς ὑμᾶς. Καὶ νῦν ἐστε γινώσκοντες, ὅτι ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ, καὶ ἐν θανάτῳ ἐκλείψετε ἐν τῷ τόπῳ τούτῳ, ἐν ᾧ ὑμεῖς βούλεσθε εἰσελθόντες κατοικεῖν ἐκεῖ. Ταῦτα γὰρ, ἃ διαφυγεῖν πειρᾶσθε, εὑρήσετε ἐν Αἰγύπτῳ. ΚΕΦΑΛ. ΜΓʹ. Τούτων ἀκούσαντες οἱ τοῦ λαοῦ προστατεύοντες, θρασύτητι καὶ ἀλαζονείᾳ συνέζων, καὶ τῶν παρακλήσεων ἐπελάθοντο, καὶ τῶν ὅρκων, καὶ τῷ προφήτῃ εἰπεῖν ἐτόλμησαν, βʹ, γʹ. Ψευδῆ σὺ λαλεῖς· οὐκ ἀπέστειλέ σε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς ἡμᾶς λέγων, Μὴ εἰσέλθητε εἰς Αἴγυπτον. Ἀλλὰ Βαροὺχ, υἱὸς Νηρίου, συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας Χαλδαίων, τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικίσαι ἡμᾶς εἰς Βαβυλῶνα. Ταῦτα πρὸς τὸν προφήτην εἰρηκότες, καὶ ἄντικρυς παραβεβηκότες τοὺς γεγενημένους ὅρκους, ἐπὶ τὴν Αἴγυπτον ὥρμησαν σὺν παντὶ τῷ ἀθροισθέντι λαῷ· συναπήγαγον δὲ καὶ τὸν προφήτην, καὶ τὸν Βαρούχ. Ἐν τοίνυν τῇ Τάφνας (πόλις δὲ αὕτη τῆς Αἰγύπτου) προστάττεται ὁ προφήτης λίθους λαβεῖν, καὶ τούτους πρὸ τῶν πυλῶν κατακρύψαι τῶν βασιλείων, τῶν Ἰουδαίων ὁρώντων, καὶ ταῦτα προαγορεῦσαι. ιʹ, ιαʹ. Ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄγω Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος, τὸν δοῦλόν μου, καὶ ἐπιθήσει τὸν θρόνον αὑτοῦ ἐπάνω τῶν λίθων τούτων, καὶ ἀρεῖ τὰ ὅπλα αὑτοῦ ἐπ' αὐτούς. Καὶ τοὺς μὲν τῶν Αἰγυπτίων παραδώσει θανάτῳ, τοὺς δὲ ἐξανδραποδίσας μεταναστήσει·