Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.701
Not analysed yet
ἐμπρήσει δὲ καὶ τοὺς τῶν εἰδώλων ναοὺς, καὶ αὐτὰ δέ γε λήψεται δορυάλωτα. Καὶ διδάσκων, ὡς οὐ πάρεργον ποιήσεται τὴν κατὰ τῆς Αἰγύπτου στρατείαν, ἀλλ' ἐπιμελῶς αὐτὴν καταλύσει, ἀπεικάζει αὐτὸν ποιμένι τοῦ ἱματίου τοὺς φθεῖρας συλλέγοντι. Ἐπιμελῶς δὲ τοῦτο ποιοῦσιν οἱ ποιμένες πλείστης σχολῆς ἀπολαύοντες. Καὶ φθειριεῖ, φησὶ, τὴν Αἴγυπτον, ὡς φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὑτοῦ καὶ ἐξελεύσεται ἐκεῖθεν ἐν εἰρήνῃ. (ιγʹ.) Καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως, καὶ τοὺς ἐν Ὤν. Καὶ τοὺς οἴκους τῶν θεῶν αὐτῶν κατακαύσει ἐν πυρί. Διώνυμος ἦν ἡ πόλις· καὶ γὰρ Ὢν ἐκαλεῖτο, καὶ Ἡλιούπολις. Τοῦτο ἡμᾶς καὶ ἡ Ἔξοδος ἐδίδαξεν· ἔφη γὰρ κεκτικέναι πόλεις τῷ Φαραὼ τοὺς υἱοὺς Ἰσραὴλ, τήν τε Πειθὼ, καὶ Ῥαμεσσῆ, καὶ Ὢν, ἥ ἐστιν Ἡλιούπολις. Τὸν μέντοι Ναβουχοδονόσορ «δοῦλον ἑαυτοῦ» καλεῖ ὁ Θεὸς, οὐχὶ ὡς σχέσει ὄντα δοῦλον καὶ διαθέσει, ἀλλ' ὡς φύσει δοῦλον· τοῦ γὰρ ποιητοῦ δοῦλον τὸ ποίημα· διδάσκει δὲ κατὰ ταὐτὸν, ὡς αὐτοῦ συγχωροῦντος ταῦτα ἐποίει. ΚΕΦΑΛ. ΜΔʹ. Τοῖς μέντοι Ἰουδαίοις καὶ ἀπείθειαν νοσοῦσι παραίνεσιν πάλιν ὁ φιλάνθρωπος φέρει Δεσπότης, διακόνῳ χρώμενος τῷ προφήτῃ. Καὶ πρῶτον μὲν ἀναμιμνήσκει τῶν γεγενημένων ἐν τῇ Ἰουδαίᾳ κακῶν, διὰ τὴν τῶν οἰκητόρων παρανομίαν, εἶτα τούτοις αὐτοῖς ἐπιμέμφεται, ὡς τὰ ὅμοια τολμῶσι, καὶ τὴν θείαν ἐπισπωμένοις ὀργήν. ζʹ, ηʹ. Ἰδοὺ γὰρ, φησὶν, ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ τὰς ψυχὰς ὑμῶν, ἐκκόψαι ὑμῶν ἄνδρα καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα, ἐκ μέσου Ἰούδα, πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα. Παραπικράναι με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, θυμιᾷν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ οὗ εἰσήλθετε παροικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε, καὶ ἵνα γένησθε εἰς κατάραν, καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς ἔθνεσι τῆς γῆς. Ἀναμιμνήσκει δὲ αὐτοὺς, ὡς ἔναυλον ἔχοντας μνήμην, καὶ τῶν τολμηθέντων κακῶν ὑπό τε τῶν πατέρων αὐτῶν, καὶ τῶν βασιλέων, καὶ μέντοι καὶ τῶν δυνατῶν· καὶ τῶν διὰ ταῦτα ἐπενεχθεισῶν αὐτοῖς παντοδαπῶν συμφορῶν. Καὶ τούτοις ἐπιφέρει τὴν ἀπειλὴν, Κύριον ἑαυτὸν τῶν δυνάμεων ὀνομάζων, καὶ Θεὸν Ἰσραήλ· ἵνα καὶ τὸ μέγεθος τῆς ἐξουσίας ἀκούοντες, καὶ τὴν περὶ τοὺς προγόνους κηδεμονίαν μανθάνοντες, καὶ ἐντραπῶσι καὶ δείσωσιν. «Ἰδοὺ ἐφίστημι τὸ πρόσωπον ἐφ' ὑμᾶς εἰς κακά.» Ἴδιον τῶν ἀγανακτούντων βλοσυρὸν μὲν βλέπειν, ἀτενὲς δὲ ἔχειν τὸ ὄμμα, καὶ ἐπὶ πλεῖστον ἐπὶ τοὺς παροξύνοντας ἀποβλέπειν. Ἀπὸ τῶν ἀνθρωπίνων τοίνυν σχηματίζει τὴν ἀπειλὴν, καί φησιν· «Ἐφίστημι τὸ πρός-