Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.704
Not analysed yet
ωπόν μου ἐφ' ὑμᾶς εἰς κακὰ τοῦ ἐξολοθρεῦσαι πάντα τὸν Ἰούδαν.» Εἶτα λέγει, ὡς λιμῷ καὶ ῥομφαίᾳ παραδοθήσονται, καὶ παγγενῆ διαφθαρήσονται, καὶ γενήσονται εἰς ὅρκον, καὶ εἰς ἀπώλειαν, καὶ εἰς κατάραν, καὶ εἰς ὀνειδισμὸν, καὶ τὰ αὐτὰ πείσονται τοῖς ἐν τῇ Ἱερουσαλὴμ πολιορκηθεῖσι. «Τούτων μέντοι οὐδεὶς διαφεύξεται, οὐδὲ εἰς τὴν Ἰουδαίαν ἐπανήξει γῆν.» Ἀλλὰ τούτων οὐδὲν τοὺς ἀθλίους, καὶ τρισαθλίους ἐξεδειμάτωσεν ἄνδρας. Ἀλλ' ἄντικρυς ἐβόων πάντες, καὶ ἄνδρες, καὶ γυναῖκες, διαφερόντως δὲ οἱ Βαβυλώνιοι, «ὅτι. Τῶν σῶν οὐκ ἀνεχόμεθα λόγων.» Τὸ δὲ τούτου χαλεπώτερον, ὅτι καὶ θείους τούτους νομίζοντες, ἀντέλεγον προφανῶς. ιϛʹ, ιζʹ. Τὸν λόγον γὰρ, φησὶν, ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθά σου. Ὅτι ποιοῦντες ποιήσομεν πάντα λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδὰς, καθὰ ἐποιήσαμεν ἡμεῖς, καὶ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν, ἐν πόλεσιν Ἰούδα, καὶ ἐν διόδοις Ἱερουσαλήμ. «Βασίλισσαν οὐρανοῦ» τὴν Ἀφροδίτην καλοῦσι, καὶ οἱ Ἕλληνες αὐτὴν Οὐρανίαν προσαγορεύουσι. Ταῦτα δὲ, φησὶ, ποιοῦντες, εἰς κόρον ἀπελαύσαμεν τῶν ἀγαθῶν· τὴν δὲ ταύτης θεραπείαν καταλιπόντες, καὶ πολέμῳ, καὶ λιμῷ παρεδόθημεν. Εἶτα αἱ γυναῖκες ἀναιδέστερον ἐβόων· ιθʹ. Ὅτι εἰ ἡμεῖς ἐθύομεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ ἐσπένδομεν αὐτῇ σπονδὰς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας, καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς; Ἀσεβὲς μὲν τὸ γεγενημένον, ἀληθὲς δὲ τὸ εἰρημένον· καὶ γὰρ ἐν τοῖς πρόσθεν ἑρμηνευομένοις ὁ τῶν ὅλων Θεὸς ἔφη, «Ἢ οὐχ ὁρᾷς, τί οὗτοι ποιοῦσιν; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι στέαρ, τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Ὁ μέντοι προφήτης πρὸς ἅπαντας ἀπεκρίνατο, ὅτι Ταύτης ἕνεκα τῆς δεισιδαιμονίας, καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης, τὰς παντοδαπὰς ὑμῖν ὁ Δεσπότης Θεὸς ἐπήγαγε τιμωρίας. Τῆς γὰρ τοῦ νόμου παραβάσεως οὗτοι καρποί· ὑμεῖς δὲ καὶ τούτους θεώμενοι περὶ τὴν πλάνην μεμήνατε. Ἐμμείνατε τοίνυν ταῖς ὁμολογίαις ὑμῶν, καὶ ποιοῦντες ποιήσατε τὰς εὐχὰς ὑμῶν. (κϛʹ.) Πλὴν ἀκούσατε τὸν λόγον Κυρίου· Ἰδοὺ ἐγὼ τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπε Κύριος ὁ Θεὸς, ἐὰν γένηται ἔτι ὄνομά μου καλούμενον ἐν τῷ στόματι παντὸς Ἰουδαίου λέγον-