Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.705
Not analysed yet
τος, Ζῇ Κύριος, ἐν ὅλῃ γῇ Αἰγύπτου. Πάλιν ἔδειξεν ὁ ὅρκος, ὡς οὐδὲν ὀμωμοκὼς ὑπερκείμενον ἔχει· ἀπειλεῖ δὲ τοῖς ἐν Αἰγύπτῳ διάγουσιν Ἰουδαίοις πανωλεθρίαν· τοῦτο γὰρ διὰ τῶν εἰρημένων δεδήλωκε· συμφωνεῖ δὲ τὰ ἑξῆς. Ἀπειλεῖ γὰρ αὐτοῖς καὶ λιμὸν καὶ ῥομφαίαν, καὶ τοῖς ταῦτα διαφεύγουσι μετανάστασιν. «Καὶ γνώσονται πάντες οἱ κατάλοιποι Ἰουδαῖοι, οἱ παροικοῦντες ἐν γῇ Αἰγύπτῳ, τίνος λόγος ἐμμένει, ὁ ἐμὸς ἢ ὁ αὐτῶν. Δι' αὐτῶν μαθήσονται τῶν πραγμάτων τὴν τῶν ἐμῶν λόγων ἀλήθειαν. κθʹ. Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, φησὶ Κύριος, ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ' ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ εἰς κακὰ, ὅπως γνῶτε, ὅτι στάσει στήσονται οἱ λόγοι μου ἐφ' ὑμᾶς εἰς κακά. Ἡ τῶν πραγμάτων ἔκβασις δείξει τὴν τῶν λόγων ἀλήθειαν. Ὥσπερ γὰρ τὸν Σεδεκίαν παρέδωκα τῷ τῶν Βαβυλωνίων βασιλεῖ· οὕτω τὸν Φαραὼ Οὐαφρῆ, πρὸς ὃν ὑμεῖς καταφεύγετε, παραδώσω τῷ Ναβουχοδόνοσορ· Οὐαφρῆ δὲ καλεῖ τὸν Φαραὼ, διδάσκων, ὡς τοῦτο μὲν εἶχε κύριον ὄνομα, τὸ δέ γε Φαραὼ τῆς βασιλείας δηλωτικόν. Οὕτω καὶ τοὺς ἡμετέρους ὀνομάζομεν βασιλέας, Τιβέριος Καῖσαρ, καὶ Κλαύδιος Καῖσαρ· καὶ ἔστι τὸ μὲν κύριον, τὸ δὲ τῆς βασιλείας ἴδιον. ΚΕΦΑΛ. ΜΕʹ. Οὕτω ταύτην τὴν ἱστορίαν συμπεπλεγμένην συμπεράνας προφητείαν, πρεσβυτέρας ἀναμιμνήσκει προῤῥήσεως, ἣν ἐν ταῖς ἡμέραις Ἰωακεὶμ εἰπεῖν τῷ Βαροὺχ προσετάχθη. βʹ, εʹ. Εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐπεὶ σὺ Βαροὺχ εἶπας· Οἴμοι. ὅτι προσέθηκε Κύριος πόνον ἐπὶ κόπον μου. Ἐκοιμήθην ἐν στεναγμοῖς, καὶ ἀνάπαυσιν οὐχ εὗρον. Οὕτως εἰπὲ αὐτῷ· Οὕτως εἶπε Κύριος, Ἰδοὺ ἐγὼ ᾠκοδόμησα, ἐγὼ καθελῶ καὶ οὓς ἐφύτευσα, ἐγὼ ἐκτιλῶ· καὶ σύμπασαν τὴν γῆν ἐκείνην. Καὶ σὺ ζητεῖς σεαυτῷ μεγάλα; Μὴ ζήτει, ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος· καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρημα, ἐν παντὶ τόπῳ οὗ ἐὰν βα-