Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.708
Not analysed yet
δίσῃ ἐκεῖ. Ψυχαγωγεῖ τὸν Βαροὺχ ὁ Δεσπότης διακονοῦντα τῷ προφήτῃ, καὶ τοὺς χρησμοὺς γράφοντα, καὶ σχετλιάζοντα, καὶ δυσχεραίνοντα· τὸν δὲ βίον τὸν ὀδύνης μεστὸν φέρειν γενναίως παρεγγυᾷ. Εἰ γὰρ ἅπαντα, φησὶ, τὸν λαὸν, ὃν ἐξήγαγον ἐξ Αἰγύπτου, ἐφύτευσα δὲ ἐν τῇ γῇ ταύτῃ, ἀνασπῶ νῦν, καὶ ἐκκόπτω, καὶ τοσαύταις παραδίδωμι τιμωρίαις, σὺ ἀλύεις, ὅτι μὴ μόνος ἐν εὐθυμίᾳ διάγεις; ἀλλ' οὐ χρή σε τοῦτο δρᾷν· ἐγὼ δὲ ὅμως φροντιῶ σου, καὶ τούτοις ἐπάγων τὴν τιμωρίαν, σοὶ προσοίσω παραψυχήν· καὶ ἔνθα ἂν διάγῃς, τῆς παρ' ἐμοῦ τεύξῃ κηδεμονίας. Προσήκει τοίνυν ἡμᾶς ταῦτα μεμαθηκότας, μὴ δυσχεραίνειν, ὅταν ἡμῖν προσβάλλῃ τι λυπηρὸν, ἀλλ' αἰτεῖν μὲν παρὰ τοῦ Θεοῦ τὰ βελτίω, φέρειν δὲ τὰ παρόντα· ταύτην γὰρ ἡμῶν τὴν καρτερίαν ὁ Δεσπότης ὁρῶν, οὐκ ἐάσει πειραθῆναι ὑπὲρ ὃ δυνάμεθα· ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δυνηθῆναι ἡμᾶς ὑπενεγκεῖν· ᾧ πρέπει δόξα καὶ μεγαλοπρέπεια, σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Θʹ. ΚΕΦΑΛ. Μϛʹ. αʹ. Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην ἐπὶ πάντα τὰ ἔθνη. Πέρας ἐπιθεὶς ταῖς περὶ τοῦ λαοῦ προφητείαις, τοῖς ἄλλοις ἔθνεσι τὰ γενησόμενα προθεσπίζει, διδάσκων ὅτι πάντων ἐστὶ καὶ δημιουργὸς, καὶ Θεὸς, καὶ Δεσπότης. Τὰ πρῶτα μέντοι περὶ τῆς Αἰγύπτου διέξεισι· διδάσκει δὲ καὶ τὸν τῆς προφητείας καιρόν· μετὰ γὰρ τὴν τοῦ Φαραὼ Νεχαὼ τελευτὴν ἡ πρόῤῥησις γίνεται· οὗτος δὲ παρὰ τὸν Εὐφράτην ποταμὸν τὸν Ἰωσίαν ἀνεῖλεν· ἀνῃρέθη δὲ καὶ αὐτὸς ὑπὸ τοῦ τῶν Βαβυλωνίων βασιλέως. γʹ, δʹ. Ἀναλάβετε ὅπλα, καὶ ἀσπίδας, καὶ προσαγάγετε εἰς πόλεμον. Καὶ ἐπισάξατε ἵππους, ἐπίβητε ἱππεῖς, κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν, προβάλλετε δόρατα, καὶ ἐνδύσασθε θώρακας ὑμῶν. Ἐπειδὴ τούτοις ἐθάῤῥουν, ἱππικῇ τε ἐμπειρίᾳ, καὶ πανοπλίᾳ, τούτοις κεχρῆσθαι παρακελεύεται, διδάσκων ὡς ἀνόνητα ταῦτα. Τὰ γὰρ ἑξῆς τοῦτο δηλοῖ.