Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.720
Not analysed yet
γʹ. Ὅτι φωνὴ κεκραγότων ἐξ Ὠρωναΐμ. Ἄλλη πόλις αὕτη. Λέγει δὲ καὶ τὴν Ζογορὰ τὴν λυπηροῦ δέξασθαι ἀγγελίαν, καὶ τὰς ἄλλας πόλεις ὀλολυγῆς ἐμπλησθήσεσθαι· παρακελεύεται αὐτοῖς καὶ φυγὴν, καὶ τοῖς ἀγρίοις ὄνοις παραπλησίως ἐν τῇ ἐρήμῳ διάγειν· καὶ διδάσκων μὴ περιβόλοις θαῤῥεῖν, ἀλλ' ἀφθάρτῳ Ποιητῇ καὶ Δεσπότῃ, ἐπήγαγεν· ζʹ. Ἐπειδὴ ἐπεποίθεις ἐν τῷ ὀχυρώματί σου, ἥξουσί σοι θλίψεις· καὶ οὐ μόνον σὺ τοῖς πολεμίοις συλληφθήσῃ, ἀλλὰ καὶ Χαμὼς ἐξελεύσεται ἐν ἀποικίᾳ. Εἴδωλον δὲ ἦν τοῦτο τῶν Μωαβιτῶν. Οἱ ἱερεῖς αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. (ηʹ.) Καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν. Λέγει δὲ τὸν αὐλῶνα, καὶ τὴν πεδιάδα, τὸ αὐτὸ δέξεσθαι πάθος. Προλέγει καὶ τὴν παντελῆ τῶν πολεμίων ἐρημίαν. θʹ. Δότε γὰρ, φησὶ, σημεῖα τῇ Μωάβ. Ἐν ταῖς ἐρήμοις καὶ παντελῶς ἀβάτοις, σημεῖά τινα τιθέντες ἐκ λίθων, οὕτω τὴν πορείαν ποιοῦνται, καὶ εἰς ἐκεῖνα ἀφορῶντες ὁδεύουσιν ἀπλανῶς. «Ὅτι ἁφῇ ἀναφθήσεται.» Τουτέστιν, ἐμπρησθήσεται. «Καὶ αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται.» Παρὰ τὸ μὴ εἶναι ἐνοικοῦντα ἐν αὐτῇ. Πόθεν ἔνοικος αὐτῇ; Διδάσκει δὲ διὰ τῶν ἑξῆς ὡς ὁ τῶν ὅλων Θεὸς ταῦτα κελεύει γενέσθαι. ιʹ. Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα τοῦ Θεοῦ ἀμελῶς, καὶ ἐπικατάρατος ὁ ἐξαίρων μάχαιραν αὐτοῦ ἀφ' αἵματος. Εἰ δὲ τοὺς ἀμελῶς σφάττοντας, ἔνθα κελεύει Θεὸς, ἀραῖς ὁ προφητικὸς ὑποβάλλει λόγος, ποίας ἡμεῖς τίσομεν δίκας τῆς πνευματικῆς ἐργασίας ὀλιγωροῦντες; ιαʹ. Ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ, καὶ οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον. Τουτέστιν, οὐκ ἐνήλλαξεν αὐτοῦ τὴν ἐνοίκησιν, οὐδὲ μετανάστης ἐγένετο. «Καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ἡ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν.» Ἐπέμεινε τῇ τροπῇ, καὶ ἐπειδὴ ἀγγείου ἐμνημόνευσεν, ἀναγκαίως καὶ γεύσεως, καὶ ὀσμῆς. Διὰ τοῦτο, φησὶ, μεμένηκεν ἐν εὐπραξίᾳ, καὶ δυσκληρίας πεῖραν οὐκ ἔλαβεν. ὡς ἀεὶ τοῖς αὐτοῖς ἐνδιατρίψας χωρίοις ιβʹ. Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος· καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν, καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσι, καὶ τὰ κέρατα αὐτοῦ συντρίψουσιν. Παραβολικῶς καὶ ταῦτα καὶ τροπικῶς τέθεικε· καὶ