Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.721
Not analysed yet
γὰρ τὸ κλίνουσιν ὡς περὶ ἀγγείου εἴρηκεν, ἀντὶ τοῦ ἐκκενώσουσι· καὶ οὐκ ἀποχρήσει αὐτοῖς τὰ ἐν τοῖς ἀγγείοις λαβεῖν, ἀλλὰ καὶ ταῦτα συντρίψουσι. Καλεῖ δὲ ἀγγεῖα μὲν τὰς πόλεις, τὰ δὲ ἔνδον τῶν ἀγγείων τὸν πλοῦτον· ἀμφότερα δὲ πεποιήκασιν οἱ πολέμιοι, καὶ ἐπόρθησαν, καὶ ἐνέπρησαν. ιγʹ. Καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμὼς, ὥσπερ κατῃσχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαιθὴλ, ἐλπίδος αὐτῶν. Ἐν τῇ Βαιθὴλ ὁ Ἱεροβοὰμ τὴν δάμαλιν ἔστησεν· διδάσκει τοίνυν ὁ προφητικὸς λόγος, ὅτι καθάπερ ὁ Ἰσραὴλ οὐδεμιᾶς ἐπικουρίας ἐκ τῶν εἰδώλων τετύχηκεν, οὕτως ἡ Μωὰβ οὐδὲν ἀπώνατο τοῦ Χαμώς. Εἶτα δείκνυσιν αὐτοὺς ἐπὶ τῇ ῥώμῃ μεγαλοῤῥημονοῦντας, ὄλεθρον δὲ ὑπομένοντας, ἐπειδὴ τοῦτο προσέταξεν ὁ τῶν ὅλων Θεός. Εἰρηκὼς δὲ τὸν τῆς τιμωρίας ἐληλυθέναι καιρὸν, τοῖς γειτνιῶσι παρακελεύεται διεγεῖραι αὐτὸν εἰς ἀνδρείαν, καὶ εἰς τὴν προτέραν διαναστῆσαι ῥώμην· παρεγγυᾷ δὲ αὐτοὺς εἰπεῖν· ιζʹ. Πῶς συνετρίβη βακτηρία εὐκλεὴς, ῥάβδος μεγαλώματος; Δηλοῖ δὲ ταῦτα καὶ τὴν ἰσχύν σου, καὶ τὸ ὑπὲρ τὴν ἰσχύν σου φρόνημα· ἀπαριθμεῖται δὲ καὶ τὰς πόλεις, αἳ πάλαι ἦσαν λαμπραὶ καὶ ἐπίσημοι, καὶ διδάσκει τὴν τῆς εὐπραξίας μεταβολήν· δείκνυσι δὲ καὶ τὴν αἰτίαν. κϛʹ. Μεθύσατε γὰρ αὐτὸν, φησὶν, ὅτι ἐπὶ τὸν Κύριον ἐμεγαλύνθη. Μαθόντες γὰρ Μωαβῖται τὰ Ἰουδαίοις συμβάντα ἐπετώθαζον ἀσθένειαν κατηγοροῦντες τοῦ τῶν ὅλων Θεοῦ. Τοῦτο γὰρ διδάσκει καὶ τὰ ἑξῆς. «Ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὑτοῦ.» Ἀντὶ τοῦ, χορεύων καὶ ἐπιχαίρων. «Καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός.» Εἶτα σαφέστερον· κζʹ. Καὶ μὴν εἰς γελοιασμόν σοι ἦν Ἰσραήλ· καὶ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν; Τί σε, φησὶν, ἠδικηκότα κατεπολέμεις; Τοιχωρυχοῦντας εὗρες, ἢ λωποδυτοῦντας; «Ἐν αὐτῷ μεταναστεύσεις.» Τουτέστι διὰ τὴν εἰς αὐτὸν ἀδικίαν· λέγει δὲ αὐτῶν καὶ τὴν φυγήν. κηʹ. Κατέλιπον τὰς πόλεις, καὶ ᾤκησαν πέτρας οἱ κατοικοῦντες Μωὰβ, ἐγένοντο ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις, στόματι βοθύνου. Τὰ γὰρ ἐν ταῖς ἀκρωρείαις κατέλαβον σπήλαια, τῶν πολεμίων οὐκ ἐνεγκόντες τὴν προσβολήν. Καλεῖ δὲ αὐτὸν καὶ ὑβριστὴν, καὶ ἀλαζόνα, καὶ ὑπερήφανον. «Καὶ τούτων, φησὶν, αὐτόπτης ἐγενόμην ἐγώ.» Καὶ διδάσκων, ὡς ἤλεγξε τῶν ἔργων ἡ πεῖρα τῶν λόγων τὸν ὄγκον, ἐπήγαγεν. λʹ. Οὐχὶ κατὰ τὸ ἱκανὸν αὐτοῦ οὕτως βρα-