Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.724
Not analysed yet
χίονες αὐτοῦ; οὐχ οὕτως ἐποίησε. Πρὸ τοῦ πολέμου γὰρ ἀλαζονευόμενος, καὶ ἀπειλῶν ἀριστεύειν, ἰδὼν τοὺς πολεμίους ἀπέδρα. Τὸ δὲ, «κειράδας αὐχμοῦ,» ὁ Σύρος οὕτως ἡρμήνευσε· «Κεφαλαὶ αὐτῶν κεκαρμέναι, καὶ οἱ πώγωνες αὐτῶν ἐξυρημένοι.» Αἰχμαλώτων δὲ τοῦτο τὸ σχῆμα· δηλοῖ δὲ καὶ ὁ προφητικὸς λόγος ἐπὶ Μωάβ· λαʹ. Ὀλολύζετε ἐπ' ἄνδρας τείχους, κειράδας αὐχμοῦ. Τουτέστι, τοὺς πάλαι μὲν τείχεσι κεχρημένους καὶ περιβόλοις, νῦν δὲ ἀποκειραμένους τὴν προτέραν εὐημερίαν, καὶ αὐχμὸν περικειμένους. λβʹ. Ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι. Ἱστορίας τινὸς ἀνέμνησε, δεδήλωκε δὲ τὴν τοῦ θρήνου ὑπερβολήν. «Ἄμπελος Σεβαμὰ, κλήματά σου διῆλθε θάλασσαν.» Εὔοινος ἦν αὐτὴ καὶ πολύοινος. Ἀπεικάζει τοίνυν θαλάττῃ τῆς ἀμπέλου τὸ πλῆθος. Λέγει δὲ ταύτης διαχθῆναι τὴν γῆν, καὶ διαφθαρῆναι τὴν ἄμπελον. λγʹ. Οἶνος ἦν, φησὶν, ἐν ληνοῖς σου· πρωῒ οὐκ ἐπάτησαν, οὐδὲ δείλης οὐκ ἐποίησαν. Τοῦτο ὁ Σύρος οὕτως ἡρμήνευσεν· «Οὐκέτι δὲ ληνοβατοῦντες λέγοντες, Ἰὰ, ἰά.» Καὶ διαφόρως τὰ αὐτὰ εἰρηκὼς, ἡρμήνευσε τὸ «κειράδας αὐχμοῦ.» λζʹ, ληʹ. Πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται· καὶ πᾶσαι αἱ χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος. Καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ, καὶ ἐν ταῖς πλατείαις αὐτῆς κοπετός. Διὰ πάντων δὲ τούτων τὸ μέγεθος διδάσκει τῆς συμφορᾶς. «Ὅτι συνέτριψα τὸν Μωὰβ, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία, φησὶν ὁ Κύριος.» Ἔδειξεν αὐτοῦ τὸ παντελῶς ἄχρηστον· δείκνυσι δὲ σαφῶς καὶ τὴν τοῦ Ναβουχοδονόσορ ὀξύτητα. μʹ. Τάδε λέγει Κύριος· Ἰδοὺ ὡς ἀετὸς ὁρμήσει, καὶ ἐκπετάσει τὰς πτέρυγας αὑτοῦ ἐπὶ Μωάβ. Καὶ ὁ θεσπέσιος Ἐζεκιὴλ ἀετῷ τὸν Ναβουχοδονόσορ ἀπεικάζει· βασιλικὸν γὰρ τὸ ζῶον, καὶ τῶν πτηνῶν ἁπάντων ὀξύτατόν τε καὶ δυνατώτατον. Προλέγει καὶ τοῦ Μωὰβ τὴν δειλίαν, καὶ ἀπεικάζει αὐτοῦ τὴν καρδίαν γυναικὸς ὠδινούσης καρδίᾳ· διδάσκει δὲ αὐτοῦ καὶ τὴν ἀσέβειαν.