Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.725
Not analysed yet
μβʹ. Ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν Κύριον ἐμεγαλύνθη. Προλέγει καὶ τὰ ἐπάλληλα κακά. μγʹ, μδʹ. Φόβος καὶ βόθυνος, καὶ παγὶς ἐπὶ σὲ τὸν καθήμενον ἐν Μωὰβ, φησὶ Κύριος. Ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου συλληφθήσεται ἐν τῇ παγίδι. Δηλοῖ δὲ διὰ τούτων, ὡς καὶ οἱ φυγῇ χρησάμενοι ἡλώθησαν, καὶ οἷς οὐκ ἤθελον περιέπεσον. «Ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ, ὡς ἐν ἐνιαυτῷ, ᾧ ἐπισκέψομαι αὐτὴν, φησὶ Κύριος.» Ἐνιαυτὸν τὸν καιρὸν καλεῖ· ὅταν, φησὶ, δοκιμάσω τιμωρήσασθαι αὐτοὺς, τούτοις αὐτοὺς περιβαλῶ τοῖς κακοῖς. Προθεσπίζει δὲ αὐτῶν καὶ τὸν ἐμφύλιον πόλεμον. μεʹ. Ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβὼν, φλὸξ ἐκ πόλεως Σεὼν, καὶ κατέφαγεν ἀρχηγοὺς Μωάβ. Προλέγει δὲ αὐτοῖς καὶ θυμήρη τινά. μζʹ. Καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν Μωὰβ ἐπ' ἐσχάτων τῶν ἡμερῶν, φησὶ Κύριος. Ἔδειξε καὶ διὰ τῆς τιμωρίας, καὶ διὰ τῆς φιλανθρωπίας, ὡς αὐτός ἐστι Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτὸν, καὶ ὅτι οὐχὶ Ἰουδαίων μόνον ἐστὶ Θεὸς, ἀλλὰ πάντων ἀνθρώπων. «Ἕως ἐνταῦθα τὸ κρῖμα Μωάβ.» Τουτέστιν, ἡ κατ' αὐτοῦ ἐξενεχθεῖσα ψῆφος. ΚΕΦΑΛΑΙΟΝ ΜΘʹ. Μεταβαίνει δὲ λοιπὸν ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν τῆς προφητείας ὁ λόγος, καί φησι πρὸς αὐτοὺς τῶν ὅλων ὁ Κύριος· αʹ. Μὴ υἱοὶ οὐκ εἰσὶν ἐν Ἰσραὴλ, ἢ παραληψόμενος οὐκ ἔστιν αὐτοῖς; Διατί παρέλαβε Μελχὼμ τὴν Γαλαὰδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῆς οἰκεῖ; Τὴν Γαλααδῖτιν αἱ δέκα κατεῖχον φυλαί. Τούτων τοίνυν αἰχμαλώτων γεγενημένων, ταύτην κατέσχον οἱ Ἀμμωνῖται. Πρὸς τούτους φησὶν ὁ Θεός· Τοῦ λαοῦ κατεφρονήσατε, ἢ ἐμοῦ; «Παραληψόμενον» γὰρ ἀντὶ τοῦ «τὸν ληψόμενον» καὶ ἐπικουρήσοντα, ἑαυτὸν κέκληκε. Μελχὼμ δὲ εἴδωλον ἦν τῶν υἱῶν Ἀμμών. Ἐκεῖνο, φησὶ, τὸ μὴ ὂν, ἐμοῦ τοῦ ἀεὶ ὄντος περιγενέσθαι νομίζετε; βʹ. Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύ-