Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.728
Not analysed yet
ριος, καὶ ἀκουτιῶ ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμὼν θόρυβον πολέμων. Ῥαββὰθ πόλις ἦν τῆς Ἀραβίας· τὸ δὲ, «ἀκουτιῶ» ἀκουσθῆναι ποιήσω. «Καὶ ἔσται εἰς ἄβατον καὶ ἀπώλειαν· καὶ οἱ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται, καὶ παραλήψεται Ἰσραὴλ τὴν ἀρχὴν αὐτῶν, φησὶ Κύριος.» Καὶ ἐπιμένει τὰ συμβησόμενα τοῖς Ἀμμωνίταις προλέγων. γʹ. Ὀλόλυξον, Ἐσεβὼν, ὅτι ὤλετο ἡ ἰσχύς σου· κεκράξατε, θυγατέρες Ῥαββάθ· περιζώσασθε σάκκους, καὶ κόπτεσθε, καὶ ἀναδράμετε διὰ τῶν τειχῶν, ὅτι Μελχὼμ εἰς ἀποικίαν βαδιεῖται, καὶ οἱ ἱερεῖς αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. Ἔδειξε καὶ τὴν τῶν εἰδώλων ἀσθένειαν· αἰχμάλωτα γὰρ καὶ αὐτὰ μετὰ τῶν προσκυνούντων ἀπῆλθον. δʹ. Τί ἀγαλλιᾶσθε ἐν τοῖς πεδίοις Ἐνακίμ; διέῤῥευσε τὰ πεδία σου, θύγατερ τῆς ἀτιμίας. Ἀναίδειαν αὐτῆς κατηγορεῖ, καὶ τὸ ἐπὶ τῷ πλούτῳ θράσος. Τοῦτο γὰρ καὶ τὰ ἑξῆς διδάσκει. «Ἡ πεποιθυῖα ἐπὶ τοῖς θησαυροῖς αὑτῆς, ἡ λέγουσα, Τίς ἐπελεύσεται ἐπ' ἐμέ;» Καὶ ἐπειδὴ τοῖς ὁρωμένοις προσεῖχε, καὶ τὸν ἀόρατον ἠγνόει Θεὸν, διδάσκει τίς ὁ κολάζων. εʹ. Ἰδοὺ ἐγὼ φέρω ἐπὶ σὲ φόβον, εἶπε Κύριος τῶν δυνάμεων, ἀπὸ πάσης τῆς περιοίκου σου. Πανταχόθεν, φησὶ, δραμοῦνται οἱ μηνύοντές σοι τῶν πολεμίων τὴν στρατιάν. «Καὶ διασπαρήσεσθε ἕκαστος εἰς τὸ πρόσωπον αὑτοῦ, καὶ οὐκ ἔσται ὁ συνάγων μετανάστην. Οὐ γὰρ κατὰ ταὐτὸν φεύξετε, ἀλλὰ διὰ τὴν τοῦ δέους ὑπερβολὴν σκεδασθήσεσθε· προλέγει δὲ καὶ τούτοις ἐπάνοδον, ἵνα μὴ μέγα φρονῶσιν Ἰουδαῖοι, ἅτε μόνοι τῆς ἐπανόδου τετυχηκότες. Προλέγει δὲ καὶ τῇ Ἰδουμαίᾳ τὰ σκυθρωπά· καὶ ἐπειδὴ ηὔχουν ἐπὶ σοφίᾳ, ταύτης αὐτοὺς ἐστερῆσθαί φησιν. «Οὐκ ἔστι σοφία ἐν Θαιμὰν, ἀπώλετο βουλὴ ἐκ συνετῶν.» Πόλις ἦν αὕτη, καὶ ταύτης ἐβασίλευσεν Ἐλιφάζ· Ἐλιφὰζ γὰρ ὁ Θαιμανῶν βασιλεύς. ηʹ. Ἠπατήθη ὁ τόπος αὐτοῦ· βαθύνατε ἑαυτοὺς εἰς κάθισιν, οἱ κατοικοῦντες ἐν Δαιδὰν, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπ' αὐ-