Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.729
Not analysed yet
τὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην αὐτόν. Καὶ ἡ Δαιδὰν ἑτέρα πόλις· παρακελεύεται δὲ αὐτοῖς ὑπὸ γῆν κρυβῆναι· τοῦτο γάρ ἐστι, «βαθύνατε εἰς κάθισιν.» Καὶ διδάσκει, ὡς αὐτὸς αὐτοῖς ἐπάγει τὴν τιμωρίαν· εἰ καὶ ἐν τῷ προλαβόντι χρόνῳ, φησὶν, ἐχρησάμην μακροθυμίᾳ. θʹ. Ὅτι τρυγηταὶ ἦλθόν σοι, καὶ οὐ καταλείψουσί σοι κατάλειμμα. Τρυγητὰς τοὺς πολεμίους καλεῖ, οὓς λέγει πάντα ληΐζεσθαι καὶ πορθεῖν· διδάσκει δὲ καὶ τὸν τῆς ἐφόδου καιρόν. «Ὡσεὶ κλέπται ἐν νυκτὶ ἐπιθήσουσι χεῖρα αὑτῶν.» ιʹ. Ὅτι ἐγὼ κατέσυρα τὸν Ἠσαῦ, ἀνεκάλυψα κρυπτὰ αὐτῶν· κρυβῆναι οὐ μὴ δύνωνται. Μέγιστα ὄρη καὶ ὑψηλὰ τῇ Ἰδουμαίᾳ παράκεινται· σπήλαια τοίνυν ἐν τούτοις ὀρύττοντες, εἰς ἐκεῖνα κατέφυγον δυσμενῶν ἐπιόντων· ἀλλὰ τῆς ἐλπίδος ἥμαρτον, κἀκεῖθεν αὐτοὺς παραδεδωκότος τοῦ τῶν ὅλων Θεοῦ· «Ὤλετο σπέρμα αὐτοῦ διὰ χειρὸς ἀδελφοῦ καὶ γείτονος αὐτοῦ.» Οὐκ ᾐδέσθη, φησὶ, οὔτε τὴν φύσιν οὔτε τὴν γειτνίασιν. Ἀδελφοὶ γὰρ ἦσαν Ἰακὼβ καὶ Ἠσαῦ, καὶ μέντοι καὶ ὅμοροι· οὐδεὶς γὰρ ἕτερος αὐτοὺς ἀπ' ἀλλήλων διέστησεν. ιαʹ. Οὐκ ἔστιν ὁ ἐλεῶν ὑπολείπεσθαι ὀρφανούς σου, ἵνα σωθῶσι, καὶ ἐγὼ αὐτοὺς διασώσω. Πάντες, φησὶ, διὰ τὴν πολλήν σου πονηρίαν ἀπεχθῶς πρὸς σὲ διάκεινται· κἀγὼ ὁ δίκαιος κριτὴς ἐπίκουρός σου γένωμαι; «Καὶ αἱ χῆραί σου ἐπ' ἐμοὶ πεποιθέτωσαν.» Καὶ τοῦτο κατ' εἰρωνείαν τέθεικεν, ὡς δηλοῖ τὰ ἑξῆς. ιβʹ. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, πίοντες ἔπιον, καὶ σὺ ἀθωωμένη οὐ μὴ ἀθωωθῇς. Τοὺς ἀσεβείᾳ καὶ πονηρίᾳ συζῶντας κολάζειν μοι νόμος· ἀπήχθησαν δὲ εἰς Βαβυλῶνα καὶ προφῆται καὶ ἱερεῖς, Δανιὴλ, Ἐζεκιὴλ, καὶ ἄνδρες εὐσεβεῖς, Ἀνανίας, Ἀζαρίας, Μισαὴλ, καὶ ἄλλοι ὡς εἰκὸς πλεῖστοι, ὧν ἡ ἱστορία μέμνηται. Ἐκεῖνοι τοίνυν, φησὶν, οὐχ ὑπέκειντο διὰ τὴν ἀρετὴν τῇ τιμωρίᾳ, γεγένηνται δὲ δορυάλωτοι· καὶ σὺ διαφυγεῖν προσδοκᾷς; Ἀλλ' οὐ τεύξῃ τῆς ἐλπίδος, «Ὅτι πίνουσα πίῃ.» ιγʹ. Ὅτι κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἀφανισμὸν, καὶ ὀνειδισμὸν, καὶ εἰς ἄβατον, καὶ εἰς ἐπικατάρασιν ἔσῃ. Βοσὼρ ἐν μέσῳ μέρους αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι ἕως τοῦ αἰῶνος. Βοσὼρ οὐ ταύτην λέγει τὴν Βόστραν, ἀλλ' ἑτέραν ἐπὶ τῇ Ἰδουμαίᾳ διακειμένην.