Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.732
Not analysed yet
ιδʹ. Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε· συνάχθητε, καὶ παραγένεσθε ἐπ' αὐτὴν, καὶ ἀνάστητε εἰς πόλεμον ἐπ' αὐτήν. Τὸ δὲ, «ἀγγέλους εἰς τὰ ἔθνη ἀπέστειλεν,» ἀντὶ τοῦ «ἐκέλευσε» τέθεικεν· εἰκὸς δὲ καὶ τῷ θείῳ προστάγματι διακονοῦντας ἀγγέλους διεγείρειν τοὺς πολεμίους· καὶ γὰρ ὁ θεῖος λέγει Δαβίδ· «Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὑτοῦ· θυμὸν, καὶ ὀργὴν, καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν.» Πονηροὺς δὲ καλεῖ, οὐχ ὡς φύσει τοιούτους, ἀλλ' ὡς τιμωρίας χάριν ἐκπεμπομένους. Κακὰ γὰρ καλεῖν εἰώθαμεν καὶ τὰς ἐπαγομένας συμφοράς. Οὕτως ἄγγελος τὰ τῶν Αἰγυπτίων ἀνεῖλε πρωτότοκα· οὕτως ἕτεροι κατὰ τοῦ Ἰσραὴλ ἀπεστάλησαν, ἡνίκα τὸν λαὸν ἀπηρίθμησεν ὁ Δαβίδ. Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ ιεʹ. Ἰδοὺ μικρὸν δέδωκά σε ἐν ἔθνεσιν· εὐκαταφρόνητον ἐν ἀνθρώποις. Ἄσημοι γάρ εἰσιν Ἰδουμαῖοι· καὶ παντελῶς ἠγνοήθησαν, εἰ μὴ δήλους αὐτοὺς πεποίηκεν ἡ θεία Γραφή· καὶ δήλους αὐτοὺς οὐ πᾶσιν, ἀλλὰ τοῖς σπουδαίοις ποιεῖ. ιϛʹ. Ἡ παιγνία σου ἐνεχείρησέ σοι ταῦτα, καὶ ἡ ἀτιμία τῆς καρδίας σου. Εἰδωλολατρείαν, καὶ τρυφὴν, καὶ ἀκολασίαν διὰ τούτων κατηγορεῖ. «Κατέλυσεν ἐν τρυμαλιαῖς πετρῶν.» Καὶ ἤδη προειρήκαμεν, ὁποίας εἶχον καταφυγάς. «Συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ.» Τὰς ἀκρωρείας λέγει· μέγισται δὲ αὗται, καὶ ὑψηλαί. «Ὅτι ἐὰν ὑψώσῃς, ὡς ἀετὸς, νοσσιάν σου· ἐκεῖθεν καθελῶ σε, λέγει Κύριος.» ιζʹ. Καὶ ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον. Λέγει δὲ, ὅτι καὶ οἱ διιόντες δι' αὐτῆς θαυμάσουσι, καὶ τῷ συρίγματι δηλώσουσι τὴν τῆς ἐρημίας ὑπερβολήν· καὶ ὅτι Σοδόμοις καὶ Γομόροις, καὶ ταῖς ἄλλαις πόλεσιν αἳ τοῦ πάθους ἐκοινώνησαν ταύταις, ἔρημοι παραπλησίως αἱ προῤῥηθεῖσαι γενήσονται πόλεις. Καὶ ἀψευδὴς ὁ λόγος· καὶ γὰρ ὁ Δαιδὰν, καὶ ἡ Θαιμὰν, καὶ ἡ Βοσὼρ ἔρημοί εἰσι παντελῶς. Λέγει δὲ καὶ τὸν Βαβυλώνιον λέοντι παραπλησίως κατ' αὐτῆς ὁρμήσειν, καὶ διὰ τοῦ Ἰορδάνου τὴν πορείαν ποιήσεσθαι· καὶ κελεύει τοὺς λογάδας κατ' αὐτῆς ὁπλίσασθαι, καὶ ἐπάγει· ιθʹ. Ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; τίς οὗτος ὁ ποιμὴν, ὃς στήσεται κατὰ πρόσωπόν μου; Οὔτε γὰρ οἱ βασιλεῖς, οὔτε τὰ τούτων εἴδωλα, ἐμοῦ κελεύοντος, ἀντιστῆναι δυνήσονται. κʹ. Διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν Κυρίου, ἢν ἐβουλεύσατο ἐπὶ τὴν Ἰδουμαίαν, καὶ λογισμὸν αὐτοῦ, ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαι-