Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.733
Not analysed yet
μάν. Εἶτα λέγει εὐαρίθμητα μὲν αὐτῶν ἔσεσθαι τὰ πρόβατα, ἄβατον δὲ τὴν χώραν· καὶ τοῦ θρήνου τὸν ἦχον τὴν Ἐρυθρὰν καταλήψεσθαι θάλασσαν, ἀετῷ δὲ παραπλησίως τὸν Βαβυλώνιον ἐπιστήσεσθαι, καὶ τῶν ὀχυρωμάτων κρατήσειν· τοὺς δὲ Ἰδουμαίους δειλίᾳ καὶ ὀδύνῃ περιπεσεῖσθαι, ὡς γυναικὶ τικτούσῃ τὴν καρδίαν αὐτῶν παραβάλλεσθαι. Ἐνταῦθα περάνας τῆς Ἰδουμαίας τὴν πρόῤῥησιν, ἐπὶ τὴν Δαμασκὸν μεταφέρει τὸν λόγον, καί φησιν· κγʹ. Κατῃσχύνθη Ἠμὰθ καὶ Ἀρφὰθ, ὅτι ἀκοὴν πονηρὰν ἤκουσαν. Ἠμὰθ, ὡς καὶ ἤδη προειρήκαμεν, τὴν Ἔμεσαν λέγει· ἔστι δὲ καὶ ἄλλη Ἠμὰθ, ἡ νῦν Ἐπιφάνεια. Ἀρφὰθ δέ τινές φασι τὰς νῦν Ῥεφανέας καλουμένας. «Ἐξέστησαν ἐν θαλάσσῃ, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνανται.» Θάλασσαν ἐκάλεσε τὸ πλῆθος τῆς στρατιᾶς· ἔδειξε δὲ καὶ τὴν πρώτην τῶν Δαμασκηνῶν ὁρμήν· περὶ γὰρ αὐτῶν ἔφη, «Ἐθυμώθησαν·» ἐλέγχει δὲ τὴν μετὰ ταῦτα δειλίαν. κδʹ. Ἐξελύθη Δαμασκὸς, ἀπεστράφη εἰς φυγὴν, καὶ ἐξεῤῥίφη· τρόμος ἐπελάβετο αὐτῆς, καὶ ὠδῖνες κατέσχον αὐτὴν ὡς τικτούσης. Διδάσκει δὲ καὶ τὴν αἰτίαν τῆς συμφορᾶς. κεʹ. Πῶς οὐχὶ ἐγκατέλιπε πόλεις ἐμὰς, ἐμὴν κώμην ἠγάπησεν; Ἐμὰς, φησὶ, πόλεις καὶ κώμας λαβεῖν ἐπεχείρησε· πόλεις δὲ αὑτοῦ καὶ κώμας, τὰς τοῦ Ἰσραὴλ ὀνομάζει· ἀεὶ δὲ πρὸς ταύτας Δαμασκηνοὶ ἐναντίως διέκειντο. κϛʹ, κζʹ. Διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι σου ἐν ταῖς πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐκπεσοῦνται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ Κύριος τῶν δυνάμεων. Καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἄδερ. «Υἱὸς Ἄδερ» ἐστὶν ὄνομα. Βαραδὰδ γὰρ ἐκαλεῖτο τῇ Σύρων φωνῇ· βασιλεὺς δὲ ἦν οὗτος τῆς Δαμασκοῦ, καὶ ὡς ἡ προφητεία δηλοῖ, λαμπροῖς αὐτὴν οἰκοδομήμασι διεκόσμησεν· οἷς τὸν ἐμπρησμὸν ἀπειλεῖ. Προλέγει δὲ ὁ προφήτης καὶ τοῖς Ἰσμαηλίταις, τοῖς νῦν καλουμένοις Σαρακηνοῖς, τὰς ἐπενεχθείσας συμφοράς. κηʹ. Τῇ Κηδὰρ, τῇ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, οὕτως εἶπε Κύριος. Κηδὰρ εἷς τῶν υἱῶν Ἰσμαὴλ, καὶ τοῦτο διδάσκει τῆς Κτίσεως τὸ βιβλίον· κατ'