Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.736
Not analysed yet
ἐκεῖνον δὲ τὸν καιρὸν, ὡς εἰκὸς, αὕτη τῶν ἄλλων ἐκράτει φυλῶν· ὅθεν αὐτὴν καὶ βασίλισσαν ὀνομάζει. Αὐλὴν δὲ καλεῖ ἅπασαν τὴν τῶν Σαρακηνῶν στάσιν· ἐπειδὴ νομάδες εἰσὶν, ἐν σκηναῖς κατοικοῦντες. Παρακελεύεται δὲ στρατεῦσαι ἐπ' αὐτοὺς, καὶ ληΐσασθαι τὰ πρόβατα, καὶ τὰς καμήλους, ἐκπορθῆσαι δὲ καὶ τὰς σκηνάς· καὶ ὁ Κεδὲμ δὲ υἱὸς ὑπῆρχε τοῦ Ἰσμαήλ· παρακελεύεται δὲ καὶ τούτοις ὑπὸ γῆν λαθεῖν· τοῦτο γὰρ λέγει. λʹ. Βαθύνατε εἰς κάθισιν. Ὥστε φυγεῖν τῶν πολεμίων τὴν προσβολήν. λαʹ. Ἀνάστηθι, ἀνάβηθι ἐπὶ ἔθνος εὐσταθοῦν, καθήμενον εἰς ἀναψυχὴν, φησὶ Κύριος. Οἷς οὐκ εἰσὶ θύραι, οὐδὲ μοχλοί· αὐτοὶ μόνοι καταλύουσιν. Ῥᾳδία σοι, φησὶν, ἡ νίκη· οὐ δεῖ σοι πολιορκίας, οὐδὲ προσεδρείας, οὐδὲ χρόνου μακροῦ· εὐάλωτοί εἰσι, καὶ εὐχείρωτοι. Δείκνυσι δὲ καὶ ὡς αὐτὸς ἐπάγει τὴν τιμωρίαν. «Καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους τὰ πρόσωπα αὑτῶν, καὶ ἐκ παντὸς πέρατος αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν.» Τουτέστιν, εἰς ἕκαστον κλῖμα τραπήσονται εἰς φυγήν. Καὶ οἱ πρὸς ἀνίσχοντα ἥλιον ἱδρυμένοι, καὶ οἱ πρὸς ἑσπέραν ἐσκηνωμένοι. λγʹ. Καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν, καὶ ἄβατος ἕως αἰῶνος. Οὐ μὴ καθίσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσει υἱὸς γηγενοῦς. Καὶ μαρτυρεῖ τοῖς λόγοις τὰ πράγματα· καταλιπόντες γὰρ τὴν πανέρημον, τοῖς οἰκουμένοις φρουρίοις πελάζουσι. Προθεσπίζει δὲ καὶ τὰ τῇ Αἰλὰμ συμβεβηκότα· δηλοῖ δὲ καὶ τῆς προφητείας τὸν χρόνον. Εὐθὺς γὰρ βασιλεύσαντος Σεδεκίου ταύτην ἔφη γενέσθαι. λεʹ. Τάδε λέγει Κύριος τῶν δυνάμεων· Ἰδοὺ ἐγὼ συντρίβω τόξον Αἰλὰμ, ἀρχὴν δυναστείας αὐτῶν. Αἰλὰμ πόλις ἐστὶν ἐν τῷ στομίῳ τῆς Ἐρυθρᾶς κειμένη θαλάττης. Ἐμπόριον δὲ ἦν τοῦτο πάλαι λαμπρὸν, καὶ νῦν οἱ πρὸς Ἰνδοὺς ἀποπλέοντες ἐκεῖθεν ἀνάγονται. λϛʹ. Καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ, καὶ οὐκ ἔσται ἔθνος ὃ οὐχ ἥξει ἐκεῖ. Τῆς Αἰγύπτου κρατήσας ὁ Βαβυλώνιος, ὥρμησεν ἐπανιὼν κατ' αὐτῆς, ἔχων μὲν τὴν προτέραν στρατιὰν ἀπὸ τῶν βορειοτέρων καὶ ἑῴων συνειλεγμένην μερῶν· συνῆν δὲ αὐτῷ καὶ νησιωτῶν πλῆθος, ὃ τὴν ἑσπέραν ᾤκει· καὶ προσέλαβε δὲ ἐπ' αὐτὸν, καὶ Αἰγυπτίους, καὶ Λίβυας, καὶ Αἰθίοπας, οἳ τὸ νοτιώτερον οἰκεῖν ἔλαχον τμῆμα. Ταῦτα ὁ προφητικὸς προεθέσπισε λόγος.