Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.737
Not analysed yet
λζʹ. Καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὑτῶν, τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν· καὶ ἐπάξω ἐπ' αὐτοὺς κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, φησὶ Κύριος, καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου, ἕως οὗ ἀναλώσῃ αὐτούς. Πάλιν μάχαιραν αὑτοῦ τοὺς Βαβυλωνίους ἐκάλεσε· δι' αὐτῶν γὰρ καὶ τούτους εἰσεπράξατο δίκας. ληʹ. Καὶ θήσω τὸν θρόνον μου ἐν Αἰλὰμ, καὶ ἀπολῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας, φησὶ Κύριος. Τὸ, «θήσω τὸν θρόνον μου,» ἀντὶ τοῦ, ἐκεῖ δικάσω, καὶ τὴν ψῆφον ἐξοίσω, οἷόν τισι δημίοις κεχρημένος τοῖς πολεμίοις. Ἔχει δὲ καὶ νῦν ἐκεῖ τὸν θρόνον, εἰς εὐσέβειαν καὶ ταύτης μεταβληθείσης τῆς πόλεως· ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον ἀληθὴς ἡ πρόῤῥησις. λθʹ. Καὶ ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν, ἐπιστρέψω τὴν αἰχμαλωσίαν Αἰλὰμ, λέγει Κύριος. Ἡγοῦμαι καὶ διὰ ταύτην, καὶ διὰ τὰς ἄλλας, αἷς τὴν ἀνάκλησιν ἐπηγγείλατο, μὴ μόνης τῆς αἰσθητῆς αἰχμαλωσίας ὑπισχνεῖσθαι τὴν ἐλευθερίαν τὸν ἀγαθὸν Δεσπότην, ἀλλὰ καὶ τῆς νοητῆς· πλείονα γὰρ ποιεῖται τῶν ψυχῶν ἐπιμέλειαν· διὰ γάρ τοι τοῦτο καὶ τοῖς σώμασι τὰς παιδείας προσφέρει. Προλέγει τοίνυν τὴν τοῦ διαβόλου κατάλυσιν, καὶ ἀσεβείας τὴν παῦλαν, καὶ τὴν τῶν αἰχμαλώτων ὑπὸ τῆς ἁμαρτίας γεγενημένων ἀνθρώπων ἐλευθερίαν. Ἧς τετυχηκότες τὸν ταύτης χορηγὸν ἀνυμνήσωμεν, καὶ τὴν ἐλευθέραν ζωὴν ἀγαπήσωμεν, καὶ τὴν προτέραν βδελυξώμεθα δουλείαν· ἵνα καὶ σὺν παῤῥησίᾳ τῷ Δεσποτικῷ βήματι παραστῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ δικαίου κριτοῦ, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Ι. ΚΕΦΑΛΑΙΟΝ Νʹ. Τὰ τοῖς ἄλλοις ἔθνεσι συμβησόμενα προθεσπίσας, τῆς Βαβυλῶνος λοιπὸν προλέγει τὸν ὄλεθρον. βʹ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, καὶ ἀκουστὸν ποιήσατε, καὶ ἐπάρατε σημεῖον· ἀκου-