Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.740
Not analysed yet
τίσατε, καὶ μὴ κρύψητε· εἴπατε, Ἑάλω Βαβυλών. Ἐπειδὴ τὰς ἄλλας βασιλείας καταλύσας τῶν Βαβυλωνίων ὁ βασιλεὺς, ὑπὸ τὴν ἑαυτοῦ τελεῖν δυναστείαν ἠνάγκασε, μηνυθῆναι κελεύει τοῖς ἔθνεσι τὴν ταύτης κατάλυσιν. «Κατῃσχύνθη Βήλ.» Εἴδωλον ἦν σφόδρα παρὰ τῶν Βαβυλωνίων τιμώμενον· καὶ τινὲς μὲν Δία τοῦτο καλοῦσι, τινὲς δὲ Κρόνον. Λέγει δὲ καταισχυνθῆναι· πρῶτον μὲν ὡς ἐπαρκέσαι τοῖς προσκυνοῦσιν οὐ δυνηθέντα, ἔπειτα ὡς τῶν τιμώντων παντελῶς στερηθέντα. «Ἡ ἀπτόητος, ἡ τρυφερά.» Καὶ τὸ δυνατὸν αὐτῶν δεδήλωκε, καὶ τὸ ἁβροδίαιτον. «Παρεδόθη Μαιρωδάχ.» Καὶ τὸν πρῶτον Βαβυλωνίων βασιλεύσαντα Μαιρωδὰχ ὠνόμασαν. Ἐνταῦθα τοίνυν ἢ τὸν τελευταῖον λέγει, ἐφ' οὗ γέγονεν ἡ τῆς βασιλείας κατάλυσις, ἢ τὸν πρῶτον, ὃς ἀπὸ τῆς Νινευῒ εἰς τὴν Βαβυλῶνα τὴν βασιλείαν μετέθηκε. Καὶ ἐπὶ μὲν τοῦ δευτέρου λάβοι τις ἂν, καὶ ἐπὶ τοῦ πρώτου, τὸ «παρεδόθη·» ἐπὶ δὲ τοῦ δευτέρου τὴν βασιλείαν αὐτήν· λέγει δὲ αὐτῆς καὶ τὰ εἴδωλα πάντα καταισχυνθῆναι, καὶ γενέσθαι δήλην αὐτῶν τὴν ἀσθένειαν. Ἔθνος δὲ ἀπὸ βοῤῥᾶ κατὰ τῆς Βαβυλῶνος στρατεῦσαν τοὺς Μήδους λέγει. Οὗτοι δὲ, φησὶ, καὶ τὴν γῆν αὐτῶν ἀπέφηναν ἔρημον, καὶ αὐτὴν ἐξεπόρθησαν. Κατὰ τοῦτον, φησὶ, τὸν καιρὸν ἀπολήψονται ἐλευθερίαν αἵ τε δέκα φυλαὶ, καὶ αἱ δύο· καὶ κατ' αὐτὸ ἐπανήξουσι, καὶ φεύξονται πρὸς Κύριον. «Διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται.» Τουτέστιν, ἡ πρὸς τοὺς πατέρας ἐπαγγελία γεγενημένη. Εἶτα ἀπεικάζει αὐτοὺς προβάτοις ἀπολωλόσι· τοῖς ποιμέσι τῆς ἀπωλείας τῶν προβάτων ἀνατίθησι τὴν αἰτίαν· ποιμένας δὲ καλεῖ οὐ μόνον τοὺς βασιλέας, ἀλλὰ καὶ τοὺς ἱερέας· λέγει δὲ καὶ ποῦ παρεσκεύασαν αὐτὰ πλανηθῆναι. «Ἔξωσαν αὐτοὺς ἐπὶ τὰ ὄρη· ἐπλάνησαν αὐτοὺς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὑτῶν.» Βουνοὺς καὶ ὄρη τὰ τῶν εἰδώλων τεμένη καλεῖ· ἐν ἐκείνοις γὰρ προσεκύνουν τὰ εἴδωλα· κοίτην δὲ αὐτῶν τὸν θεῖον νεών· ἐκεῖθεν γὰρ εἶχον τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν. Αὕτη, φησὶν, ἡ πλάνη τοῖς πολεμίοις αὐτοὺς παραδέδωκεν, ἀνθ' ὧν ἥμαρτον Κυρίῳ. ζʹ. Νομὴ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν τῷ Κυρίῳ. Οὕτω καὶ ὁ μακάριος λέγει Δαβίδ· «Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς αὐτοῦ.» Τοῦτο καὶ ἐνταῦθα λέγει· ὅτι νομὴ δικαιοσύνης ἦσαν τῷ Κυρίῳ, ὃς τοὺς πατέρας αὐτῶν ἐξελέξατο. ηʹ. Ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος, καὶ ἀπὸ γῆς Χαλδαίων ἐξέλθατε· καὶ γένεσθε ὥσπερ ἔριφοι κατὰ πρόσωπον προβάτων. Τοὺς ἐρίφους, τράγους ὁ Σύρος ἡρμήνευσε. Παρακελεύεται τοίνυν αὐτοῖς περιγενέσθαι τῶν Βαβυλωνίων, καὶ τὴν ἐνεγ-