Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.741
Not analysed yet
κοῦσαν καταλαβεῖν· διὰ τοῦτο γὰρ αὐτοὺς καὶ τράγοις ἀπείκασεν· ἰσχυρότεροι γὰρ τῶν προβάτων οἱ τράγοι· οὕτω καὶ ὁ θεσπέσιος Δανιὴλ τὸν μὲν Ἀλέξανδρον εἶδε τράγῳ ἀπεικασθέντα, τὸν δὲ Δαρεῖον κριῷ. Λέγει δὲ καὶ τὸ πλῆθος τῶν ἐπιόντων τῇ Βαβυλῶνι καὶ ὅτι περιέσονται, καὶ τῶν ἠθροισμένων ἐκεῖ ἀγαθῶν ἐμπλησθήσονται. Διδάσκει δὲ καὶ τὴν αἰτίαν, ὧν ὑπομένει κακῶν. ιαʹ, ιβʹ. Ὅτι ηὐφραίνεσθε, καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου. Καὶ διότι ἐσκιρτᾶτε, ὡς βοΐδια ἐν βοτάνῃ, καὶ ἐκερατίζετε ὡς ταῦροι. Καὶ κατῃσχύνθη ἡ μήτηρ αὐτῶν σφόδρα. Τουτέστι, ἡ Βαβυλών. Κατωρύγη ἡ τεκοῦσα ὑμᾶς μήτηρ εἰς ἀγαθά. Ἀντὶ τοῦ, φροῦδος γεγένηται· τὴν ὑπερβολὴν δὲ τῆς καταλύσεως τοῦτο δηλοῖ· τοῦτο γὰρ καὶ τὰ ἑξῆς διδάξει. Ἰδοὺ ἐσχάτη ἐθνῶν ἔρημος, καὶ ἄνυδρος. (ιγʹ.) Καὶ ἀπὸ ὀργῆς Κυρίου οὐ κατοικηθήσεται, καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα. Λέγει δὲ καὶ τοὺς διοδεύοντας σκυθρωπάζειν μὲν διὰ τὴν τοῦ πάθους ὑπερβολὴν, τῷ δὲ συρίγματι μηνύειν τὴν ἔκπληξιν. Κελεύει δὲ καὶ τοῖς τοξόταις ἀφειδῶς ἀφεῖναι τὰ βέλη, καὶ τῆς ἀσεβείας αὐτῆς ἀπαιτῆσαι δίκας. Τῷ Κυρίῳ γὰρ, φησὶν, ἥμαρτε. Προλέγει δὲ καὶ τὴν τῶν Βαβυλωνίων δειλίαν, καὶ τὴν τῶν περιβόλων κατάλυσιν· καὶ ἐπιλέγει τὴν αἰτίαν τῆς συμφορᾶς. Ὅτι ἐκδίκησις παρὰ τοῦ Θεοῦ ἐστιν, ἐκδικήσατε αὐτήν· καθὼς ἐποίησεν, οὕτως ποιήσατε αὐτῇ· (ιϛʹ.) Ἐξολοθρεύσατε σπέρματα ἐκ Βαβυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ. Ἀντὶ τοῦ, Μὴ μόνους τοὺς στρατευομένους, ἀλλὰ καὶ τοὺς γεωργοῦντας θανάτῳ παράδοτε. Τοῦτο γὰρ καὶ αὐτοὶ δεδράκασι τῷ Ἰσραὴλ πολεμοῦντες. «Ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὑτοῦ ἀναστρέψουσι, καὶ ἕκαστος εἰς τὴν γῆν αὑτοῦ φεύξονται.» Πρὸ τῆς Βαβυλῶνος, Λυδοὺς ὁ Κῦρος κατεστρέψατο· ὑπέταξε δὲ καὶ Ἴωνας, καὶ Αἰολέας· ἐκ δὲ τῆς Ἑλλάδος ἀπῳκίσθησαν οὗτοι, καὶ τὴν Ἀσίαν ᾤκησαν· ἄγων τοίνυν καὶ τούτους ὁ Κῦρος ἐπεστράτευσε τῇ Βαβυλῶνι. Ὁ μέντοι προφητικὸς λόγος οὐ μάτην τῶν Ἑλλήνων ἐμνήσθη· ἀλλὰ διδάσκων, ὡς καὶ τὰ πόῤῥω που κατῳκισμένα ἔθνη θεία ψῆφος κατὰ τῶν Βαβυλωνίων συνήγαγε. ιζʹ. Πρόβατον πλανώμενον Ἰσραήλ. Ἡ περὶ τὰ εἴδωλα πλάνη τῶν κακῶν αὐτῷ γεγένηται πρόξενος. «Λέοντες ἔξωσαν αὐτόν.» Τοὺς Ἀσσυρίων βασιλέας οὕτως ὠνόμασεν. «Ὁ πρῶτος κατέφαγεν αὐτοὺς βασιλεὺς Ἀσσούρ.» Θεγλαθφαλασὰρ, καὶ Σαλμανα-